In uxorem Job et in proditionem Judae (homilia 6)

 φωνὴν πρῶτον οἱ μαθηταὶ ἀκούσαντες λύπῃ κατηνέχθησαν καὶ ὃν κατεῖχον ἄρτον κατέλιπον· εἷς ἕκαστος αὐτῶν ὑπὸ τοῦ συνειδότος ἐλαυνόμενος προσῄει τῷ κυρί

 τοὺς πόδας ἔνιψε τοῦ κυρίου, αὕτη τὴν κεφαλὴν ἤλειψε τοῦ κυρίου. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὑπερηκόντισεν αὕτη πάσας τὰς γυν

 

φωνὴν πρῶτον οἱ μαθηταὶ ἀκούσαντες λύπῃ κατηνέχθησαν καὶ ὃν κατεῖχον ἄρτον κατέλιπον· εἷς ἕκαστος αὐτῶν ὑπὸ τοῦ συνειδότος ἐλαυνόμενος προσῄει τῷ κυρίῳ· Ἐγώ σε παραδώσω, δέσποτα; Νεκροὺς ἐξυπνίζω τῷ σῷ ὀνόματι κεχρημένος , χωλοῖς τρέχειν παρέχω, τυφλῶν καταρράκτας ἀνοίγω, θάλασσαν χωροβατῶ, ὄχλον παθῶν ἀνατρέπω, ἀγέλην δαιμόνων φυγαδεύω, καὶ τῆς τοσαύτης εὐεργεσίας προδοσίαν σοι μισθὸν προσοίσω; Ὅμως λέγε μοι, δέσποτα, ἐπειδὴ οὐκ οἶδα τί τέξεται ἡ ἐπιοῦσαοὐκ ἐν τῷ ἀνθρώπῳ γὰρ ἡ ὁδὸς αὐτοῦ, σοὶ δὲ τὰ μέλλοντα ὡς παρόντα ἔγνωσται, λέγε ἡμῖν τίς ὁ παραδιδούς σε, ἵνα μὴ πάντες ἀπὸ λύπης ἐκλείψωμεν. Ὁ δὲ κύριος πρὸς τοὺς μαθητάς· Τίς ἐστιν ὁ παραδιδούς με; Ὁ ἐμβάψας μετ' ἐμοῦ ἐν τῷ τρυβλίῳ, αὐτός με παραδώσει. Ἤδη καταφρονεῖ μου, ἤδη κατεξανέστη. Ὁ δὲ Ἰούδας ἀκούσας ταῦτα, δέον αὐτὸν προσπεσεῖν, ἐξομολογήσασθαι, μετάνοιαν δέξασθαι , τούτων μὲν οὐδὲν πεποίηκεν, ὡς ἀγνώστῳ δὲ τῷ κυρίῳ προσέρχεται λέγων, καθὼς ἀρτίως ἤκουες· Μήτι ἐγώ εἰμι, ῥαββί; Ὁ δὲ κύριος πρὸς αὐτόν· Εἰ ἀγνοεῖς, ἐπερώτα· εἰ οὐκ οἶδας, μάνθανε· εἰ οὐκ ἐμβάπτεις ἐν τῷ τρυβλίῳ, πείραζε. Τὴν τιμήν μου βαστάζεις καὶ ἐρωτᾷς· Μήτι ἐγώ εἰμι, ῥαββί; Οὐδὲ τῷ προφήτῃ με Ἐλισσαίῳ συγκρίνεις; Ἐλισσαῖος ὁ προφήτης τὸν ἑαυτοῦ παῖδα Γιεζεὶ ἐκ τοῦ Νεεμὰν ὑποστρέψαντα, ὅτε μισθὸν τῆς θεραπείας ἐλάμβανεν, ἐπερωτῶν, καὶ δοκῶν ὁ Γιεζεὶ ἄνθρωπον πλανᾶν ἔλεγε πρὸς αὐτόν· Οὐ πεπόρευται ὁ δοῦλός σου ἔνθεν καὶ ἔνθεν· δημοσιεύων δὲ αὐτὸν ὁ Ἐλισσαῖος ἔλεγεν· "Οὐχὶ ἡ καρδία μου ἦν μετὰ σοῦ, ὅτε κατέβης μετὰ Νεεμάν;" Ἐλισσαίου ἡ καρδία οὐκ ἐπλανήθη καὶ ἡ ἐμὴ θεότης σφάλλεται; Ὡς ἀγνοοῦντί μοι προσῆλθες, Μήτι ἐγώ εἰμι, ῥαββί; λέγων. Συνετάξω τοῖς Ἰουδαίοις, ἔδωκες αὐτοῖς σημεῖον λέγων· Ὃν ἐὰν φιλήσω αὐτός ἐστιν, κρατήσατε αὐτόν. Ἐὰν μὴ θέλω, οὐ κρατοῦμαι. Οὐκ οἶδας τί ἔπαθεν ἡ συκῆ; Οὐκ οἶδας ποῦ ἀπέστειλα τὸν λεγεῶνα; Οὐκ ἤκουες τῶν δαιμόνων ὁμολογούντων τὴν δεσποτείαν; Οὐκ εἶδες τὸν Ἰορδάνην ἀναχαιτίζοντα; Οὐκ ἐθεάσω τὴν θάλασσαν φεύγουσαν; Οὐκ ἔγνως τοὺς ἀνέμους δειλιῶντας; Οὐκ εἶδες τὰ κύματα γαληνιῶντα; Ἡ κτίσις γνωρίζει καὶ σὺ πιπράσκεις; Ὅμως, Ἰούδα,πορεύου πρὸς τὴν πρότασιν , συντάττου τοῖς Ἰουδαίοις, ἀνάστρεφε πρός με, δός μοι τὸ φίλημα. Καταδέχομαι τοῦ φιλῆσαί σε, οὐχ ὅτι ἄξιος εἶ τοῦ φιλήματος, ἀλλ' ὅτι δεῖ με λαβεῖν ὅπερ ἔδωκα. Ἀλλὰ τὰ μὲν κατὰ τὸν Ἰούδαν ἀρκούντως εἰρήσθω. Ὅπωςδὲ καὶ τῆς λοιπῆς περικοπῆς ἐφαψώμεθα, οἱ ἀρτίως τῶν παραναγνωσθέντων ἀκηκοότες εὐκαίρως βοήσατε τὰ τοῦ μακαρίου Παύλου· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Τί ἐστιν Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις; Τί ἐστιν; Καθὼς προεῖπον, ἐκ τῶν ἀρτίως παραναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν. Τῇ πρὸ ταύτης ἑσπέρᾳ ἡ γυνὴ τοῦ Ἰὼβ τὸν ἄνδρα βλασφημεῖν προετρέπετο, ἡ δὲ ἀρτίως ἡμῖν παραναγνωσθεῖσα γυνὴ τὸν κύριον ἐμύριζε καὶ τὴν οἰκουμένην εὐωδίαζεν. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Κἀκείνη γυνὴ καὶ αὕτη γυνή, μία φύσις ἀλλὰ διάφορος ὁ τρόπος. Ἐκείνη τῆς Εὕας συνόμιλος, αὕτη τῆς παρθένου σύνδρομος· ἐκείνη τοῦ διαβόλου ὑπηρέτρια, αὕτη τοῦ κυρίου διακονήτρια· ἐκείνη τὴν γλῶσσαν πρὸς βλασφημίαν ὤξυνεν, αὕτη τὸ ἀλάβαστρον τοῦ μύρου τῷ κυρίῳ κατέχεεν. Τί οὖν ὁ εὐαγγελιστὴς Ματθαῖος; Ἤκουες αὐτοῦ ἀρτίως λέγοντος· Τοῦ δὲ Ἰησοῦ παραγενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν αὐτὸ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Εἶδες ἐργασίαν γυναικός; Μικρὰ πᾶσα γλῶσσα πρὸς τὸν ταύτης ἔπαινον. Ὑπερηκόντισε τὸν Ἀβραάμ· ὁ Ἀβραὰμ