In uxorem Job et in proditionem Judae (homilia 6)

 φωνὴν πρῶτον οἱ μαθηταὶ ἀκούσαντες λύπῃ κατηνέχθησαν καὶ ὃν κατεῖχον ἄρτον κατέλιπον· εἷς ἕκαστος αὐτῶν ὑπὸ τοῦ συνειδότος ἐλαυνόμενος προσῄει τῷ κυρί

 τοὺς πόδας ἔνιψε τοῦ κυρίου, αὕτη τὴν κεφαλὴν ἤλειψε τοῦ κυρίου. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὑπερηκόντισεν αὕτη πάσας τὰς γυν

 

τοὺς πόδας ἔνιψε τοῦ κυρίου, αὕτη τὴν κεφαλὴν ἤλειψε τοῦ κυρίου. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὑπερηκόντισεν αὕτη πάσας τὰς γυναῖκας· ἡ Χαναναία ψίχας ἔλαβε συμπαθείας, ἡ Σαμαρεῖτις ὕδωρ ἤντλησεν εὐεργεσίας, ἡ αἱμόρρους πτερὸν ἔτιλεν ἰάσεως, αὕτη δὲ τὴν δεσποτικὴν κορυφὴν κατέχεεν, ὅπου τῆς οἰκουμένης ὁ θησαυρός, ὅπου τῆς ἀναστάσεως ἡ ῥίζα. Ἀσύγκριτος ἡ γυνή· ἥψατο τῆς κεφαλῆς τοῦ κυρίου, ἱερέως τάξιν μετῆλθεν, θυσιαστήριον ἐμιμήσατο, τῶν χερουβὶμ τὸν τόπον ἐπλήρωσεν, τὰς ἄνω δυνάμεις ἐζήλωσεν. Ταύτην τις προσειπὼν λογικὴν περιστερὰν οὐκ ἂν ἁμάρτοι· καλῶς τοῦ οὐρανοῦ περιεπετάσθη, καλῶς τῷ ἡλίῳ συνέδραμεν ὡς πτέρυξι ταῖς χερσὶ χρησαμένη. Πάντας ὑπερηκόντισεν αὕτη ἡ γυνή, οὐ μόνον γυναῖκας ἀλλὰ καὶ ἄνδρας. Καὶ μηδεὶς στυγνάσῃ τῶν παρόντων ἀνδρῶν γυναῖκα κατανοῶν προκρινομένην ἀνδρός· ἓν γὰρ τὸ κέρδος κἄν τε γυνὴ ἐγκωμιάζηται κἄν τε ἀνήρ· μία ζύμη, ἓν καὶ τὸ αὐτὸ φύραμα. Καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος λέγων· Οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν· Χρείαν ὑμῶν οὐκ ἔχω. Εἰ τοίνυν ἡ κεφαλὴ τῶν ποδῶν χρῄζει καὶ οἱ πόδες τῆς κεφαλῆς δέονται, πολλῷ μᾶλλον κεφαλὴ πλευρᾶς· μία γὰρ ἡ οὐσία καὶ ἡ κοινωνία. Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ πῶς αὕτη ἡ καταχέουσα τῷ κυρίῳ τὸ μύρον ὑπερηκόντισε πάντας; <Π>ῶς; Ἐκ τῆς τοῦ κυρίου μαρτυρίας. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Τοῦ δὲ Ἰησοῦ παραγενομένου ἐν Βηθανίᾳ εἰς οἰκίαν Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γεγένηται; οὐκ ἠδύνατο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς; Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Τί κόπους παρέχετε τῇ γυναικί; Καλὸν γὰρ ἔργον εἰργάσατο εἰς ἐμέ. Εἶδες γυναῖκα συνήγορον τὸν κύριον ἔχουσαν; Καλὸν δικαιολόγον ἐκτήσατο· αὕτη σιωπᾷ καὶ ὁ κύριος ὑπὲρ αὐτῆς δικαιολογεῖ λέγων πρὸς τοὺς μαθητὰς ἑαυτοῦ· Τί κόπους παρέχετε τῇ γυναικί; Οὐδὲν ἄκαιρον κατειργάσατο , τὴν ἐκκλησίαν προζωγραφεῖ, τὴν ἀνάστασιν προμηνύει, τὸν διάβολον προλυπεῖ , τὴν σωτηρίαν τοῦ κόσμου προθεωρεῖ, τὸν Ἰούδαν προτιμωρεῖ, τὰς γυναῖκας προχαροποιεῖ. Τί κόπους παρέχετε τῇ γυναικί; Οἶδεν ὃ ἔπραξεν, πρὸ ὑμῶν ἐγνώρισε τὸ μυστήριον. Ἰούδας πιπράσκει καὶ αὕτη μυρίζει, ὑμεῖς φεύγετε τὸ παθεῖν με καὶ αὕτη προτρέπεται. Οἶδεν τί συμφέρει τῇ ἀνθρωπότητι. Τί κόπους παρέχετε τῇ γυναικί; Καλὸν ἔργον εἰργάσατο εἰς ἐμέ· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· κατέχεεν γὰρ αὕτη τὸ μύρον ἐπὶ τοῦ σώματός μου, εἰς τὸ ἐνταφιάσαι με ἐτήρησεν αὐτό. Ἀμὴν λέγω ὑμῖν, ὅπου δ' ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Εἶδες, ὦ φίλε, πῶς ὑπερηκόντισεν αὕτη πάσας τὰς γυναῖκας ὁμοῦ τε καὶ ἄνδρας; Πέτρος ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ τοσοῦτος καὶ τηλικοῦτος, ἀκούσας τοῦ κυρίου λέγοντος ὅτι ∆εῖ με ἀνελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν παρὰ τῶν γραμματέων καὶ ἀρχιερέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, ἔλεγεν· Ἵλεώς σοι, κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Αὕτη δὲ ἐβάσταζε τὰ πρὸς τάφον, ἵνα ὅτε νεύσῃ ὁ κύριος, εὐθὺς προενταφιάσῃ. ∆ιὸ καὶ ὁ κύριος μεγάλην αὐτῆς τὴν ἐργασίαν θεωρήσας ἀπεκρίνατο λέγων· Ἀμὴν λέγω ὑμῖν, ὅπου δ' ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. Ὢ τῶν παραδόξων πραγμάτων. Οὐδέπω τὸ εὐαγγέλιον οὔτε ἐξεδίδοτο οὔτε συνετάττετο οὔτε ἐγράφετο οὔτε ἐδημοσιεύετο, καὶ αὕτη προεκηρύττετο. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Τῷ δὲ θεῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.