De Euripide et Georgio Piside judicium ̔Ο αὐτὸς ἐρωτήσαντι Τίς ἐστίχιζε κρεῖττον, ὁ Εὐριπίδης ἢ ὁ Πισίδης;

 Αἰσχύλῳ βαθύτερα τὰ νοήματα καὶ ἡ τοῦ λόγου κατασκευὴ σεμνοτέρα, καὶ οὐ πα̣ντ̣α̣χ̣οῦ χάριτες οὐδὲ ῥυθμοὶ εὔκροτοι, ἀλλὰ σεμνότερα τὰ πλείω καὶ οὕτως ε

 ἑτέραν ὑπόθεσιν ἀφ' ἧς ε̣ι᾿̣ς τὴν οἰκείαν ὡρμήθη. νόσημα γοῦν εἰπὼν ἐν τῷ λόγῳ εὐθὺς τὴν ἰατρικὴν πᾶσαν ἐπεισκυκ̣λ̣οῖ μήτε τῶν αἰτι̣ῶν φειδόμενος μήτε

Αἰσχύλῳ βαθύτερα τὰ νοήματα καὶ ἡ τοῦ λόγου κατασκευὴ σεμνοτέρα, καὶ οὐ πα̣ντ̣α̣χ̣οῦ χάριτες οὐδὲ ῥυθμοὶ εὔκροτοι, ἀλλὰ σεμνότερα τὰ πλείω καὶ οὕτως εἰπεῖν εὐσχημονέστατα.

Αἰσχύλος γοῦν εἰς μὲν τὸν Προμηθέα ἀναρτώμενον βραχύ τι τοῦ οἰκείου παρεκβαίνει ἤθους καὶ χαίρω̣ν̣ λίαν καθαροῖς ἰάμβοις καὶ λεξειδίοις τισι τὴν ἀκοὴν σαίνουσι γλαφυρώτερον τῆς ὑποθέσεως ἐφήψατο· ἐν δέ γε ταῖς λοιπαῖς αὐτοῦ δραματικαῖς ὑποθέσεσι, μάλιστα ἔνθα τὰ ∆αρεικὰ μιμεῖται πρόσωπα, δεινός ἐστι τὰ πολλὰ καὶ δυσέκφραστος, καὶ οὐκ ἄν τις αὐτοῦ γνοίη μὴ τετελεσμένος οὕτως εἰπεῖν τὰ θεοφάνεια. Εὐριπίδης δὲ ὀγδοήκοντα ἢ καὶ πλείω συνθεὶς δρα´̣ματ̣α̣, ἁπανταχοῦ ἀγαλματίας καὶ χαρίεις ἐστίν, οὐκ ἐν ταῖς χάρισι μόνον τοῦ λόγου, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς πάθεσι· καὶ πολλάκις γε τοὺς Ἀθηναίους ἐπικαίρως δραματουργήσας εἰς πλεῖστα κατήνεγκε δάκρυα· ᾤοντο γὰρ τὰ λεγόμενα ὁρᾶν ὡς γινόμενα. ἔνθα δὲ τὸν Ὀρέστην εἰσάγει μαινόμενον, τὰ <κατὰ> Τάνταλον ὁπόσα εἰκὸς προοιμιασάμενος, εἶτα καταβὰς εἰς τὴν ἀδελφὴν Ἠλέκτραν καὶ τὰς ἐκ γειτόνων συναγο̣μ̣ένας, ὥστε τὸν Ὀρέστην θεάσασθαί τε καὶ ἐπισκέψασθαι, †οὐδὲ† "ἡσύχῳ ποδὶ" (ορ. 136) φθέγγεται, ἀλλ' ἐκεῖνος μὲν ἕστηκεν οὗ ἵστατο, αἱ δὲ <πρὸς> τὴν Ἠλέκτραν ἀποκρινόμεναι φθεγγομένην τ̣ο`̣ σιγᾶτε μὴ κτυπεῖτε, μὴ ἔσ<τ>ω κτύπος καὶ τἆλλα χορόν τινα πρὸς ἀλλήλας ἀνείλιττον, καὶ πρὸς τὸ μέλος τὰ μέτρα ἐφθέγγοντο, καὶ οὐδὲν αὐταῖς μέλον, εἰ καὶ τὴν λέξιν ὀξυτονεῖν δέοι, ἄλλως ἐπῇδον. οὕτως αὐτῷ πανταχοῦ διὰ σπουδῆς ἡ ῥυθμικὴ φράσις καὶ τὸ τῆς λέξεως εὔγλωττον καὶ τὸ τ̣ου῀̣ ῥυθμοῦ ἐμμελές. ἀτεχνῶς γοῦν τὴν μουσικὴν ξύμπασαν καὶ αὐτὰς δὴ τὰς ῥυθμικὰς̣ ἀγωγὰς εἰσάγε̣ι̣ τοι῀̣ς οἰκείοις ποιήμασι καὶ οὔτε διαστημάτων αὐτῷ οἱ λόγοι ἄμοιρο̣ι̣ οὐ´̣τε μὴν γλωττ̣ημάτων μεταβολῆς. καὶ μάλιστα πεφρόντ̣ισται ὁ ἀνη`̣ρ̣ ἐν ἄλλοις̣· τὰ μὲν γ̣ὰρ̣ μέτ̣ρα καὶ τὴν λέξιν μετατίθησι κ̣α̣ι`̣ ποικίλλει τὴν φράσιν κατ̣ὰ δύναμιν ὁ σοφός. οὔτε ἁνὴρ τὰς ὑπο̣θ̣ε´̣σ̣ε̣ι̣ς̣ ὑπερορᾷ οὔτε τὰ τῶν προσώπων ἤθη, καίτοι ἐν τούτοις αἱ Σοφοκλέους τραγῳδίαι μ̣άλιστα τῶν ἄλλων ἐπραγματεύθησάν τε καὶ ἐπονη´̣θησαν. Εὐριπίδῃ δὲ τούτων μὲν ἧττ̣ο̣ν̣ ἐμέλησεν, ἐπραγματεύσατο δὲ πλέον ἐκείνου περί τε τ̣ὴν μελοποιΐαν, φημὶ δὴ τὴν ἐν λο´̣γοι̣ς, καὶ τὴν χρῆσιν ταύτης καὶ τὰς τρεῖς ταύτας τῶν καλλίστων ἐπ̣ι̣στημῶν, μουσικήν τε κ̣α̣ι`̣ ρ῾̣υθμικὴν κ̣α̣ι`̣ μετρικήν, ὡ´̣σ̣περ αὐλοὺς καὶ κ̣ιθάρας καὶ λύρας ταῖς οἰκείαις συναγαγὼν ὑποθέσεσι. βαρβαρίζειν δὲ δέον τὴν γλῶτταν μεμίμηται ὡς δοκεῖν τὸν αὐτὸν ἄκρως τε ἑλληνίζειν καὶ ἀκριβῶς σολοικίζειν· τὸ γὰρ παρὰ τὴν Ἀτθίδα γλῶτταν ἐν ταῖς βαρβαρικαῖς λέξεσι σολοικοφανές. ἔστι δ' ὅπῃ δ̣ι̣α̣μαρτάνει τοῦ πρέποντος καὶ τῆς δυνάμεως μᾶλλον τῆς λογικῆς γίνεται ἢ τοῦ ἀκριβοῦς τῆς ποιήσεως· ἀμέλει τοι τὴν Ἑκάβην τῷ Ὀδυσσεῖ ἀντεισενεγκὼν ἀνδρὶ γενναίῳ καὶ ῥητορικῷ κατ' ἐκείνου αἴρει καὶ τὰ πρεσβεῖα χαρίζεται· καὶ μελετᾷ μὲν κἀκεῖνον οὐκ ἀτερπῶς, ἐλάττονα δὲ τῆς αἰχμαλώτου ποιεῖ. ἔστι δὲ καὶ τῷ ἀνδρὶ τὸ ἁμάρτημα ἑτέροις κατόρθωμα. ἀλλ' ἥ γε τοῦ λόγου ἀκρίβεια καὶ τῆς ἐπιστήμης δύναμις ἐκ πάντων τὸ ἄριστον ἀπαιτεῖ.

Τοιοῦτος μὲν ὁ Εὐριπίδης. ὁ δ' ἐκ Πισιδίας σοφός, οἶμαι τῆς ἐλάττονος Ἀντιοχείας, ποιητὴς μὲν οὐκ ἔστιν ἐπῶν, ἓν δὲ ζηλώσας γένος μέτρου τὸ ἰαμβικόν, φημὶ δὴ τὸ ἀρχ̣αῖον τε καὶ μονομερές, καὶ περὶ τοῦτο τὰ πλεῖστα πραγματευσάμενος, ποικίλλει μὲν οὐδαμῶς τ···16···είμενα τούτῳ πρόσωπα, μηδὲ κατασκευὴ δραματικὴ μηδὲ ποικίλη ···10···α̣ν̣. ῥυθμοειδῶς δὲ πάνυ καὶ εὐγλώττως τοὺς ἰάμβους συντίθησιν, οὐ πολλοῖς μέρεσι λεπτῶς κατατέμνων τὸν ἴαμβον, ἀλλ' ἔστιν οὗ τρισὶ μόνοις ἀρκούμενος. ἐν πᾶσι δὲ ἀβίαστος αὐτῷ ἡ φράσις ὥσπερ οὐκ ἐνθυμουμένῳ οὔτε τὰ νοήματα οὔτε τὰ ῥήματα ἀλλ' ἀναγινώσκοντι {τ}αὐτὰ <τὰ> προκείμενα· Ἑλληνικά τε αὐτῷ τὰ ὀνόματα ξύμπαντα καὶ μετὰ τοῦ μεγαλοπρεποῦς εὔηχα. εἰ δὲ τροπῆς ἅψ̣οιτο εἴτε τῆς ἐν παιδιαῖς καὶ ἐν χάρισιν εἴτε τῆς ἐν σεμνότητι, οὕτω δὴ προβιβάζει τῷ λόγῳ τὰ εὑρημένα καὶ οὕτως οἰκείως τίθησιν, ὡς μὴ δοκεῖν τι παραφθείρειν τὴν