De Euripide et Georgio Piside judicium ̔Ο αὐτὸς ἐρωτήσαντι Τίς ἐστίχιζε κρεῖττον, ὁ Εὐριπίδης ἢ ὁ Πισίδης;

 Αἰσχύλῳ βαθύτερα τὰ νοήματα καὶ ἡ τοῦ λόγου κατασκευὴ σεμνοτέρα, καὶ οὐ πα̣ντ̣α̣χ̣οῦ χάριτες οὐδὲ ῥυθμοὶ εὔκροτοι, ἀλλὰ σεμνότερα τὰ πλείω καὶ οὕτως ε

 ἑτέραν ὑπόθεσιν ἀφ' ἧς ε̣ι᾿̣ς τὴν οἰκείαν ὡρμήθη. νόσημα γοῦν εἰπὼν ἐν τῷ λόγῳ εὐθὺς τὴν ἰατρικὴν πᾶσαν ἐπεισκυκ̣λ̣οῖ μήτε τῶν αἰτι̣ῶν φειδόμενος μήτε

ἑτέραν ὑπόθεσιν ἀφ' ἧς ε̣ι᾿̣ς τὴν οἰκείαν ὡρμήθη. νόσημα γοῦν εἰπὼν ἐν τῷ λόγῳ εὐθὺς τὴν ἰατρικὴν πᾶσαν ἐπεισκυκ̣λ̣οῖ μήτε τῶν αἰτι̣ῶν φειδόμενος μήτε τῶν οἷς θεραπεύεται τὰ νοσήματα. κἂν σειρὰν οὐρανόθεν ἐξαρτήσῃ καί τινας δυνάμεις ταύτης ἐξάψῃ, εὐθὺς οἱ δεσμοὶ καὶ τὰ ἐξαρτήματα καὶ ὅσα τῆς ἀκρότητος καὶ ὅσα τοῦ ἀκροτελευτ<ί>ου τῆς χαλαρᾶς ἐκείνης ἁλύσεως. κἂν τὰς Ὥρας συναγάγῃ καὶ συνεπείξει ὡς ἐν χορῷ, βαβαί, τῆς τῶν χειρῶν ἀντεπιβολῆς καὶ τοῦ κύκλου καὶ τῆς ἑλίξεως καὶ τῆς περιόδου καὶ τοῦ ἐπῳδοῦ καὶ τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς {καὶ τοῦ ἡσύχου} καὶ τῆς κινήσεως. εἰ δὲ καὶ θεατρίζειν αἱροῖτο τὸν λόγον καὶ τετράπωλον τὴν συνθήκην ἐρεῖ τῶν Ὡρῶν, πόσα μὲν περὶ ἡνιόχων φθέγγεται καὶ τῆς ἀρίστης ἡνιοχήσεως, πόσα δὲ περὶ ζυγῶν καὶ τροχῶν καὶ χοινικίδων, ὁποῖαι δὲ αὐτῷ αἱ πλῆμναι καὶ αἱ τῶν τροχῶν α῾̣ψῖδες, τά τε ἵππεια φάλαρα καὶ φρυάγματα· καταβαίνει δὲ ὁ λόγος αὐτῷ καὶ μέχρι τῶν τελευταίων τῆς τέχνης, καὶ περὶ ἃ οὐδ̣ε`̣ αὐτοὶ εἴποιεν οἱ περὶ τὴν τέχνην πραγματευόμενοι. εἰ δὲ καὶ φάλαγγας <ἐπ'> ἀλλήλαις στήσειεν, εὕροις ἂν ἐκεῖσε τὴν ι῾̣ππικ̣ὴν ἅπασαν καὶ πεζικὴν σύνταξιν, τοὺς δορατοφόρους, τοὺς ἀκοντιστάς, τοὺς τοξότας, τὸν ἐνωμοτίαν, τὸν ἡμιλοχίτην, τὸν οὐραγόν, τοὺς παραστάτας, τοὺς ἐπιστάτας· ὥσπερ δὲ ἀπὸ σφενδονῆς αὐτῷ οἱ στίχοι ἁ´̣λλονται ἅμα τοι῀̣ς ποσ̣ι`̣ καὶ τῷ μέτρῳ τὸ γ̣ο̣ργὸν συμπεραίνοντες τὴν δ̣ιάνοιαν. Εἰ μὲν οὖν πρὸς τ̣ὴν τραγ̣ικὴν ποίησιν, φ̣η̣μὶ δὴ Εὐρ̣ι̣π̣ι´̣δο̣υ̣, τὰ Πισιδειακ̣α`̣ μ̣έτρα συγκρ̣ίνο̣ις καὶ το̣υ`̣ς̣ ῥυθμούς, ἥττ······ ε᾿̣κ̣ε̣ι´̣ν̣ο̣υ̣ ···ξα. 35···· λέξεως καὶ τὸ ἀπὸ γῆς εἰσορῶν αἷμα καὶ το· ·····τ̣οσμητα σ̣ ······· κ̣ατα`̣ τοῦ ποιητοῦ τὰ πρεσβεῖα. οὐ γὰρ οἶδα εἴ τις κάλλιον τούτου ε᾿̣πίσταται ἰαμβίζειν, ὥσπερ οὐδὲ η῾̣ρωΐζ̣ειν, εἰ μὴ βραχεῖς καὶ εὐαριθμήτους τοὺς ἡρωϊκοὺς στίχους ἐποίησεν.