χαῖρε καὶ ἀγαλλία ἐπὶ τῇ ἐμῇ ἀναγορεύσει ἣν ὁ θεὸς λαμπρὰν καὶ περιφανεστάτην ὡς οὐδέποτε ἄλλην ἀπέδειξεν. 6 {1Πρὸς τοὺς οἰομένους τὸν φιλόσοφον ἐρᾶν τῆς τῶν πραγμάτων ἀντιλήψεως, ἅμα δὲ καὶ διὰ τοῦτο βασκαίνοντας αὐτῷ Ὥς τι πεποιηκότος ἐμοῦ τοιοῦτον οἷον τὰς τῶν πολλῶν γνώμας κινῆσαι ἔπειτα οἴονταί τινες ἐρᾶν με τῆς τῶν πραγμάτων προστασίας καὶ ἀντιλήψεως. ἐγὼ γὰρ τὴν ἑτέραν ἐτραπόμην μάλιστα, καθ' ἣν ἂν μέν τις ὑπεροψίας γραφὴν γράψαιτο, καὶ οὔτε ἀπαντῶ τὰ πολλὰ τῇ φορᾷ οὔτε συνεπιδίδωμι τοῖς ἕλκουσιν ἐμαυτόν, ἀλλ' ἀντιβαίνω καὶ ἀντερείδω καὶ ὑποκρίνομαί τι καὶ τῶν μὴ προσηκόντων ἐμοί, ὥστε τῆς ἐλευθερίας τυχεῖν. πῶς οὖν τἀναντία μοι προστρίβεσθε, δέον ἐκ τῶν ἐναντίων χαρα κτηρίζειν; καὶ ὁ μὲν τοῦ Πηλέως υἱὸς Ἀχιλλεύς, μηνίσας τῷ Ἀγαμέμνονι καὶ ἐπὶ τοῦ οἰκείου ναυστάθμου κατασκηνώσας, ἐβούλετο τὴν Τροίαν τῶν Ἑλλήνων καταγωνίσασθαι, ἵν' αὖθις τοῦτον ἐπ' ἐκείνους προσλιπαρή σαιεν. ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μὴ τῶν ἀγώνων γενέσθαι, ὡς μηδὲ ἡττᾶσθαί ποτε βούλεσθαι τοὺς ὑποδύντας τὰ πράγματα· καὶ τοῦτο πολλοί μοι καὶ συνίσασι καὶ προσμαρτυρήσουσι. πόθεν οὖν ἐπὶ τὸν μὴ τετρωμένον τὰ πολλὰ τῶν λόγων τοξεύματα; Ὑμεῖς μὲν ἴσως ἐρεῖν οὐ βούλεσθε, αἱ δέ γε σκιαὶ ὑμῶν κἂν συμβοήσω σιν, ὅτι τοσοῦτόν μοι βασκαίνετε ἤ, ἵνα τἀληθέστερον εἴπω, δεδίατε ὅτι καὶ τὰ μὴ ὄντα συμπλάττετε καὶ ὡς παθόντες, ἅπερ παθεῖν οἴεσθε ἐμοῦ ἡττῶντος ὑμᾶς, κεκράγατε· οἴεσθε γάρ. μάντιν δέ με τοῦ πράγματος ποιεῖ τὸ ὑμέτερον κακεντρεχὲς καὶ κακόηθες ὡς, εἰ τῆς φάλαγγος ὑμῶν γένωμαι, εὐθὺς καὶ πρωτοστάτης ὑμῶν ἔσομαι καὶ τοῦ ὅλου στρατοπέδου ἀσύγκριτος ἡγεμών. καὶ ὅτιπερ ὑμῶν ἕκαστος ὁ μὲν τοξεύειν μόνον ἐπίσταται, ὁ δὲ σφενδονᾶν, καὶ ὁ μὲν εὖ τὸ δόρυ μεταχειρίζεσθαι, ὁ δὲ φέρειν ἐλαφρῶς τὴν ἀσπίδα, ἄλλος ἄλλο τι τῶν περὶ τὸν ἀγῶνα εἰδέναι καὶ πράττειν, ἐμοὶ δὲ τὰ πάντων συνείλεκταί τε καὶ ἐπιτετήδευται καὶ οὔτε τὴν γλῶτταν ἀσθενέστερός εἰμι τοῦ Πυλίου γέροντος οὔτε τὴν χεῖρα οὐδενὸς τῶν ἡρώων, ἀλλὰ καὶ λέγοντας ὑμᾶς ὑπερφωνήσω, καὶ διασκέψο μαι μὲν ὑμῶν κάλλιον, γράψω δὲ ἑτοιμότερον, καὶ τό τε μέλλον τοῖς γιγνομένοις προγνώσομαι τό τε πραττόμενον ἢ ἀσφαλέστερον βεβαιώσομαι ἢ ἀντεπιχειρίσας διαλύσομαι, δίκην τε ἀγωνιοῦμαι κάλλιον ὑμῶν καὶ ἐπέτειον ἄρξω ἀρχὴν προεδρεύσω τε καὶ παρεδρεύσω καὶ ἀρχαιρεσιάσω καὶ χρηματίσω ἡμετέροις τε καὶ τοῖς ἐκ τῶν ἐθνῶν πρέσβεσι. διὰ ταῦτά με πεφόβησθε καί, ὃ μὴ βεβούλημαι, οἴεσθέ με προθυμεῖσθαι καὶ βούλεσθαι. καὶ τοῦτο μὲν οὐκ ἂν ἀπαραιτήτως ὑμῖν ὀνειδίσαιμι, ἐκεῖνο δὲ καὶ λίαν ἐπισκήψω, ὅτι μου τῆς γνώμης διημαρτήκατε καὶ ταῦτα αὐτοί μοι πολλάκις τὴν περὶ πάντας ἐπιείκειαν μαρτυρήσαντες. πρὸς οὐδένα γὰρ οὔτε βαρὺς οὔτε ἐπαχθὴς οὔτε γέγονά ποτε οὔτε γενοίμην, ἀλλὰ καὶ πολλάκις ὑπερείδω τὰς ὑμετέρας γλώσσας διαπιπτούσας καὶ τὰς γνώμας ἠρέμα ἐπανορθοῦμαι, ἐν οἷς δυσστόχαστον τὸ νοούμενον καὶ πάντῃ τὴν ἐναντίαν ἔστιν οὗ τραπέντας ἐπὶ τὴν εὐθεῖαν ἐπέστρεψα, οὐ βίᾳ χαλιναγωγήσας καὶ ἀνακρούσας ἀλλ' ἠρέμα μετενεγκών. τί ποτ' οὖν διαθορυβεῖσθε καὶ συνησπίκατε πρὸς οὐ μαχόμενον ἀλλ' ἀπλάστως οἰκεῖν οἰκίαν ἐθέλοντα κατὰ τὸν δίκαιον Ἰακώβ; Ὥσπερ οὖν πολλὰ τῶν ἀπορρήτων ἐν τοῖς λόγοις μεμαθηκὼς ἀποχρῶν ἡγησάμην τὸ τὰς μεθόδους τῶν τοιούτων εἰδέναι· καὶ οὐδέν τι τῶν τῇ τάξει ἀκινήτων ἐκίνησα, οὔτε τινὰς δυνάμεις ἀρρήτους ἐφειλκυσάμην τοῖς πράγμασιν, οὔτε τοὺς πεπηγότας ὅρους ἐπὶ τοῖς γιγνομένοις ἀλλοιῶσαι ἐσπούδακα. οὕτω δὴ καὶ τὰ μέρη τῆς πολιτικῆς ξυμπάσης ἐξακριβώσας δυνάμεως καί τισι τούτων ἐφ' ἑκάστων χρησάμενος τῶν καιρῶν καὶ δείξας ὅτι μηδὲν τῶν καλῶν ἀπροσποίητον τῇ φιλοσοφίᾳ ἐστί, τῆς ἐπιστήμης αὖθις καθαρῶς γέγονα καὶ φιλοσοφῶ μόνος ἐν ἀφιλοσόφοις καιροῖς. ἐπεὶ δέ μοι οὐ ξύμπαν ὑπερπεπήδηται τὸ θέατρον, οὐδέ μοι τοιαῦται προσπεφύκασι πτέρυγες,