Τίς σου τὴν ἐπὶ τοῦ στήθους μαγάδα διεξηγήσεται καὶ τὰ ἐπὶ τῆς γλώτ της ᾄσματα καὶ τερετίσματα, τὸ μέλος ἐκεῖνο τὸ παναρμόνιον, τὴν ἡδονὴν τὴν κόρον οὐκ ἔχουσαν, τὴν ἄφατον κἀνυπέρβλητον μέθοδον; ἐρρέτωσαν Αἰσχύλοι καὶ Στησίχοροι αὐλοῖς μέν, ὡς λόγος, εἰδότες ἴσως {δὲ} καταθέλγειν τοὺς πλείονας, κακῶς δὲ τὸ ζῆν ἀπολωλεκότες καὶ πάρεργον χειρὸς γενόμενοι λῃστρικῆς, <καὶ> Καφισίας καὶ Νεοπτόλεμος καὶ Ῥηγῖνος, οὗ ῥαγείσης, ὥς φασι, τῆς χορδῆς τέττιξ ἐπιπτὰς ἐξήχει τὸ μέλος· ἥττονες γὰρ τούτου σύμπαντες τῆς μελῳδίας, τῆς εὐφωνίας, τοῦ κεχαλασμένου μέλους, τοῦ συντόνου, τοῦ μέσου, τῶν ἄλλων ὁμοῦ (οἶδε γὰρ καὶ ταῦτα σαφῶς ὁ ἀνὴρ καὶ ὡς ὁ τόνος μὲν τόπος ἐστὶ τῆς φωνῆς ἀπαλατής, ἡ δέ γε ὑπάτη ἡ πρώτη καὶ μεγίστη τῶν ἐν τῇ κιθάρᾳ χορδῶν, ἡ μέση δὲ καὶ αὐτὸ τοῦτο μέση· τέταται γὰρ οἱονεὶ κέντρου λόγον ἐπέχουσα ταῖς τε ὑπάταις καὶ ταῖς ὁμωνύμως λεγομέναις μέσαις ταῖς τε νήταις καὶ ταῖς ὑπερβολαῖς αὐταῖς)· πόσον; ὅσῳ καὶ τὰ παρ' ἑκατέρων φωνούμενα τὰ μὲν θεῖα, τὰ δὲ ἀνθρώπινα, καὶ τὰ μὲν λιγυρά, τὰ δὲ κεκλασμένα, καὶ τὰ μὲν σῶμα, τὰ δὲ ψυχὴν κατευφραίνοντα. Ἆρ' οὖν οὐ θαῦμα καὶ τοῦτο τῶν ᾀδομένων ἐκείνων παραδοξότερον; τοὺς μὲν γὰρ ἐπὶ τούτοις ἐποίει θρηνεῖν καὶ δεινὰ τῶν ὀφθαλμῶν καταρ ρέειν τὰ δάκρυα, ἃ ψυχῆς μηνύματα λέγουσι καὶ λίαν εἰκότως ἅπαντες, τοὺς δὲ γελᾶν καὶ ἐκκεχύσθαι ταῖς ἡδοναῖς, τοὺς δὲ παντάπασιν ἐδίδου κλαυθμῷ. εἷς δέ τις τούτων, ἁψαμένων αὐτοῦ τῆς ψυχῆς τῶν ῥημάτων, τὸν χιτῶνα ἀποδυσάμενος τῷ πένητι δέδωκεν (οὐδὲ τούτων γὰρ ὁ νεὼς ἠμοίρει) καὶ γυμνιτεύειν προείλετο διὰ Χριστὸν καὶ τὴν ἐκεῖθεν ἀντίδοσιν, ἣ δὴ πολλαπλασίους ἀντιπαρέχει τὰς χάριτας καὶ ζωὴν πρυτανεύει τὴν ἀεὶ διαμένουσαν. καὶ γάρ, ὡς αὐτὸς ὁρῶ, ὀρθὸν μέν τι πρᾶγμα καὶ ὁ ἁπλοῦς λόγος ἐστίν, ἀλλ' ἧττον τοῦ πλαγίου δεδύνηται, ἐναντίως ἤπερ ἡ διὰ τοῦ δόρατος ἔχει πληγή· ἐκεῖνο γὰρ εὐθὺ μὲν ὠσθὲν ἔπληξε, παρεκκλῖναν δὲ παρέξεσεν, ὁ δέ γε λόγος τέχνῃ μὲν χρωσθεὶς εἰς τὴν καρδίαν αὐτὴν βληθεὶς ἐνεπάγη, ἀτεχνῶς δὲ εἰσχεθεὶς παρὰ τὸ οὖς ἐθυραύλησε. Καὶ ποῖος γὰρ ἂν ἦν ἐκεῖνος ὁ τὰς τυραννικὰς αὐτοῦ κατιδὼν ὑποκρίσεις καὶ τὰς φωνὰς τῶν ἀντιπιπτόντων καὶ τὰ μιμήματα τούτων, ὁ μὴ αὐτίκα προσμειδιάσας ἢ θαυμάσας, εἰπεῖν κάλλιον, καὶ τὸν ἄνδρα τοῦτον κατ εκθειάσας; διαλέκτους δὲ προσμιμούμενον καὶ βαρβαριζόντων γλῶσσαν ὑποδυόμενον καὶ Ἀρμενίους λέξεις συμπλέκοντα καὶ οὕτως ἀντιπαρατιθέ μενον πρὸς τὸν τύραννον εἴ τις ἤκουσεν, οὐ δεῖται τῆς ἀναμνήσεως· οἱ γοῦν μὴ πρὸς πεῖραν ἐληλυθότες ἴστε μεγάλου διαπεπτωκέναι καλοῦ. Ἔγωγ' οὖν αὐτοῦ μετὰ ταῦτα καὶ μετά τινος λογίου ἀναγινώσκοντος ἤκουσα προσθήκην μεγάλην ἐπὶ τῷ πράγματι θήσαντος· ἀλλὰ τί κοινὸν βοῒ καὶ δελφῖνι; τί δὲ ἀποφάσει καὶ καταφάσει; τί ἀναιρέσει τε καὶ γενέ σει; τί αἰσθητοῖς καὶ ἐπιστητοῖς; τί σοφίᾳ καὶ σοφιστείᾳ, ἵνα μηδὲ πλέον αἰδοῖ φήσω τῆς λογιότητος; ἴσασιν οἱ παρατυχόντες καὶ ὁ τῆς Παρθένου τῶν Κύρου νεώς. Τηνικαῦτά μοι καὶ τὸ σύνηθες τοῦτό́ τινες ἐπηρώτων καὶ διαπορούμενοι τὴν αἰτίαν ἐζήτουν, ἀλλ' εὗρον διδάσκαλον ἐκείνοις παρόμοιον. «τί ποτε γάρ, φησιν», οὗτοι ἔλεγον πρός με, «ὁ ἄνθρωπος οὗτός ἐστιν ὁ φωνὴν μὲν ἡδυτέραν κεκτημένος παντός, πᾶσαν δὲ λύραν ὑπερνικῶν καὶ μέλη τεττίγων ὑπερβάλλων πολὺ καὶ ἀηδόνων καὶ χελιδόνων καὶ σαλπίγγων, ἵν' οὕτως φήσαιμι, ὁ ἦθος εὔπλαστον ἔχων εἰς ἅπαντα καὶ γλῶσσαν εὔμουσον καὶ ὡς ἀληθῶς καλλικέλαδον καὶ τέχνην ἣν εἰπεῖν οὐδεὶς ἱκανός;» κἀγὼ δὲ πάλιν τοῦ Πλατωνικοῦ κατὰ καιρὸν ἐμεμνήμην ῥητοῦ· Σωκρά τους γὰρ ἐρωτῶντος τὸν Τίμαιον τί ποτέ ἐστιν ὁ θεὸς λέγει ἐκεῖνος· «ὅτι μὲν ἔστιν οἶδα, τί δέ ἐστιν οὐκ οἶδα· ὅτι μὲν γὰρ οὔτε σῶμά ἐστιν οὔτε χρῶμα οὔτε ἄγγελος οὔτε τι τῶν τοιούτων, κρείττων δὲ ἢ κατὰ ταῦτα οἶδα, τί δέ ἐστιν οὐκ ἐπίσταμαι». «ὅτι μὲν γάρ», καὶ αὐτὸς ἔλεγον, «ἄνθρωπος οὗτός ἐστι τῷ αὐτῷ πᾶσιν ὑποκείμενος ὁρισμῷ οἶδα πάντως