κεφαλαιώσωμεν, ἀρετῇ καὶ λόγῳ καὶ τοῖς πατρῴοις καλοῖς, τρισὶ τούτοις πρὸς τὰ κάλλιστα χρώμενοι, οὐδενὶ μέρει τῆς ἀειζωίας ἀπολειφθήσεσθε. 32 Πρὸς τὸν βασιλέα τὸν ∆ούκαν . ∆έσποτά μου ἅγιε, ἀνεθεώρησα τὴν τοῦ λίθου καὶ γραφὴν καὶ γλυφήν, ὥσπερ ἐκέλευσας. Καὶ ἔστιν ἐκ μὲν τοῦ ἀριστεροῦ μέρους ἄνθρωπος ξίφος ἀνατείνων τῇ δεξιᾷ χειρί, τῇ δὲ ἀριστερᾷ εἶδός τι δεικνύων ἀσυμφανές· ἐκ δὲ τοῦ δεξιοῦ θρόνος ἐγγεγλυμμένος, ἐν ᾧ κάθηταί τι ξενοπρεπὲς εἴδωλον εἰς μίαν εὐθεῖαν συνάγον τοὺς πόδας καὶ ἐπικρύπτον. ἔστι δὲ ὁ μὲν ξιφήρης ἀνὴρ ὁ Ὀδυσσεύς, τὸ δὲ ἀσαφὲς εἴδωλον ἡ Κίρκη. ἔστι δὲ μῦθος Ἑλληνικὸς θεὰν μὲν λέγων τὴν Κίρκην φαρμακίδα, τοὺς μὲν ἄλλους πάντας κατα φαρμακεύουσαν καὶ εἰς μορφὰς θηρίων ἀμείβουσαν, μόνου δὲ ἡττηθεῖσαν τοῦ Ὀδυσσέως· ἐξεδειμάτωσε γὰρ ταύτην ξίφος ἀνατεινάμενος ἐπ' αὐτήν. λέγει γὰρ αὐτὸς ἐν τῇ τοῦ Ὁμήρου Ὀδυσσείᾳ· «ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἤιξα, ὥς τε κατακτάμεναι μενεαίνων». τῇ δὲ ἑτέρᾳ χειρὶ δείκνυσιν αὐτῇ βοτάνην ὀνομαζομένην μῶλυ, ὅπερ δέδωκεν αὐτῷ εἰς βοήθειαν ὁ τῶν Ἑλληνικῶν θεῶν ἄγγελος Ἑρμῆς. λέγει γὰρ καὶ περὶ τούτου ὁ αὐτὸς Ὀδυσσεὺς ἐν τῇ ῥηθείσῃ βίβλῳ τοῦ Ὁμήρου οὕτως· Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργεϊφόντης, ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ ἴκελον ἄνθος· μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ' ὀρύττειν. τῇ μὲν οὖν δεξιᾷ, ὡς ἔφην, τὸ ξίφος ἐπανατείνεται ἐπὶ τὴν Κίρκην ὁ Ὀδυσσεύς, τῇ δὲ ἀριστερᾷ τὸ μῶλυ δείκνυσιν, ὥσπερ ὑπέθετο αὐτῷ ὁ Ἑρμῆς. τὸ δὲ τῆς Κίρκης εἶδος οὐκ ἔστι παντελῶς ἀνδρείκελον, ἀλλὰ παρηλλαγμένον καὶ ἑτερόμορφον, ἐνδεικνυμένου τοῦ τὴν λίθον γλύψαντος τὸ ἄρρητον εἶδος τῆς δαίμονος. Τῶν δὲ ἐν τῇ λίθῳ ἐμφαινομένων γραμμάτων ἄνωθεν μὲν ἀμφοτέρων τῶν εἰδώλων τρία εἰσὶ στοιχεῖα, ˉο, ˉν καὶ ˉο, ἐν δὲ τῷ δεξιῷ μέρει πρὸς τῷ τέλει τοῦ λίθου, ἔνθα ἡ Κίρκη γέγραπται, ˉι, ˉδ καὶ ˉε, ἐν δὲ τῷ ἀριστερῷ, ἔνθα ὁ Ὀδυσσεύς, ˉμ καὶ ˉω, ὅπερ ἐστὶν εἰς ἓν συναγόμενα· ἴδε ὄνομα μῶλυ, ὡσανεὶ τοῦ Ὀδυσσέως λέγοντος πρὸς τὴν Κίρκην· «ἴδε τὴν βοτάνην καὶ φοβήθητι ἥτις ἔχει ὄνομα μῶλυ». Τοιαύτη μέν μοι κατὰ τὴν πρώτην ἐπιβολὴν ἔδοξεν ἡ γραφή· ἑρμηνεύεται δὲ καὶ μαγικώτερον καὶ θαυμάζω πῶς οὐκ ἔγνω τοῦτο ὁ μάγος Βασίλειος. εἰώθεσαν γὰρ οἱ παλαιοί, ὅτε ἐποίουν σπονδὰς εἰρηνικάς, βωμὸν ἀνα καίειν καὶ ἐπ' αὐτῷ τιθέναι θύματα τῷ ξίφει λαιμοτομοῦντες, εἶτα εἰς μικρὰ κατακόπτοντες. ἔστιν οὖν ὁ φαινόμενος ἐν τῷ λίθῳ θρόνος οἷον βωμός, τὸ δὲ ἐπάνω τοῦ βωμοῦ θῦμα ἀνατετμημένον τὴν κεφαλὴν ὡς φαίνεσθαι μόνον τὸν τράχηλον, ὁ δὲ ἐσπασμένος τὸ ξίφος ὁ σφαγεύς ἐστι, <τὰ δὲ γεγραμμένα ἐστὶ> σπονδὴ ὁμονοίας, εἰσὶ δὲ τὰ στοιχεῖα Ἑλληνικὰ καὶ οὔτε ἐθνικὰ οὔτε ἱερογλυφικά. Πολλὰ δὲ καὶ ἕτερα τούτων βαθύτερα ἐν τῷ λίθῳ διέγνωκα, τὰ μὲν θειότερα, τὰ δὲ Ἑλληνικώτερα· ἀλλὰ τὰ μᾶλλον ἀρέσαντά μοι ταῦτά ἐστι. συντείνει δὲ τῷ κράτει σου εἰς ἀμφοτέρας τὰς ἐξηγήσεις ἡ γλυφὴ καὶ τὰ γράμματα· ὅ τε γὰρ κρατὴρ τῆς ὁμονοίας εἰρηνικόν ἐστι σύμβολον καὶ ὁ Ὀδυσσεὺς ἥρως ἀνὴρ τὰς ἀντικειμένας φύσεις νικῶν. σὺ δέ μοι εἴης εἰρηνικώτερος μᾶλλον ἢ μαχιμώτερος. 33 Ἔκφρασις ἢ ἀλληγορία Βούλεται μὲν ἡ Κίρκη καὶ τὸν Ὀδυσσέα μεταμορφοῦν καὶ εἰσελαύνειν εἰς συφεόν· εὐτρέπισται γὰρ αὐτῇ ὁ κυκεὼν καὶ ὅσα ἐς τὴν τῆς μετα ποιήσεως δύναμιν