ἐπ' ἄθλῳ προκειμένῳ τὴν ἰσχὺν τῶν λόγων ἐδείκνυεν, ἀλλ' ἐπὶ πράγματι ᾧ ἀπὸ βωμολοχίας καὶ ὕβρεως καρπώσασθαι οὐκ ἦν. οὐκ ᾐσθάνοντο δὲ οἱ ταλαίπωροι ὡς οἱ πλείους αὐτῶν μετὰ τοῦ χρυσίου καὶ τῆς δουλείας στερηθήσεσθαι ἔμελλον, κἂν ὁ Παῦλος οὐ καταδέχεται· ἅπαξ γὰρ τῶν ὤτων τοῦ πρωτοασηκρῆτις καθυλακτήσας ἔδοξεν ἐντεῦθεν μηχανὴν εὑρέσθαι τοῦ μὴ πόρρω ἀπελαθῆναι τῆς τάξεως, ἀλλ' ἄνθρακας ἀνῆψε καθ' ἑαυτοῦ. ὀψὲ γὰρ τῆς ὥρας λογικῶς τῷ πρωτοασηκρῆτι ἐγὼ συγγενόμενος καὶ τὴν τούτου διάνοιαν ὅπως ἔχοι περὶ τοὺς ἀσηκρήτας θηρώμενος, ἔγνων λύκον εἶναι κατὰ ἀρνῶν ὡς εὐθέως αὐτοὺς θοινησόμενον. περὶ δὲ τοῦ Παύλου ἐρόμενος εἴ τι οὗτος ἀπὸ τῆς γλωσσαλγίας ἀπώνατο, πῦρ εἶδον ἀπὸ τῆς γλώττης αὐτοῦ κατ' ἐκείνου πεμπόμενον· ἔφησε γὰρ ὡς ὁ καταρατότατος οὗτος ἄνθρωπος καὶ τὴν γλῶτταν ἀπαίδευτος καὶ τὸν νοῦν ἀσύνετος καὶ τοῦ συλλόγου ταράκτης καὶ τὴν ψυχὴν διεφθαρμένος καὶ οἷον κυκεὼν τῆς τῶν συντρόφων ψυχῆς ἢ ἄνεμος ἀπαρκτίας καταρράκτοις ἐμπίπτων κύμασι καὶ τοῦ χρυσίου στερηθήσεται καὶ δημευθεὶς ἀτιμίαν μεγίστην ἀτιμωθήσεται. 13 Πρός τινα κάπηλον μεγάλαυχον καὶ φιλοσοφοῦντα διάκενα Ἀλλὰ ποίας ταῦτα φιλοσοφίας, λογιώτατε ἀδελφέ (εἴ γε δὴ πρὸς φιλόσοφον ἀλλὰ μὴ κάπηλον ἀντιφθέγγομαι, ᾧ καὶ μᾶλλον ξυντίθεμαι, εἰ μή με καταμέμφοιο, οἷα δὴ μὴ φιλόσοφος ἀλλὰ μᾶλλον καὶ κάπηλος); τῆς Χαλδαίων; ἀλλ' οὐδέν τι τοιοῦτον ἐκείνη φθέγγεται. ἢ τῆς ἑτέρας ἧς σὺ μακρὰν ὑπάρχεις, κἂν προσπελάζῃς ἐνίοτε τῇ γλώττῃ (κἂν μὴ τοῖς πράγμασι), πᾶσαν τέχνην ἐξησκηκέναι μετὰ τῆς ἐπιστήμης μεγαλαυχῶν; νοῦ δὲ ποίου Πλατωνικοῖς κρατῆρσιν ὅλως ἐμβάψαντος; εἰ μὴ κἀνταῦθά τις εἴποι, «ἀλλὰ παρείσθωσαν οἱ λέβητες καὶ τὰ μαγείρων μαγγανεύματα καὶ κομψεύματα, οἵ τε δυσὶ κυπέλλοις οὐκ ἐξ ὑέλου ἀλλ' ἐκ χοὸς ἴσως πεπλασμένοις ἄκροις δακτύλοις εὐφυῶς πως οἰνοχοοῦντες τὸν δῆμον», ἥ τε καλοῦσα πάντας φωνὴ καὶ ἡ ἐπανατεινομένη θαμὰ καὶ αὖθις καταγομένη καὶ τοσαυτάκις ἐπιρριπιζομένη καὶ αὖθις ἐπαναλύουσα καὶ τὸν ψόφον ἀποτελοῦσα καὶ τοὺς πολλοὺς συγκαλοῦσα μετὰ ὑψηλοῦ τοῦ κηρύγματος, ὡς ἂν εἴπῃ τις καπηλικὴ μάχαιρα· ὧν σὺ προστάτης καὶ πρόμαχος ὁμοῦ τε ἐχθρὸς καὶ ἐκδικητὴς καὶ νόμων ἴσως συμπονικῶν καὶ θεσμῶν ἐπαρχικῶν, εἴ τις ἄλλος φύλαξ ἀκεραιότατος, ἵνα μή σου τὸ κῶλον σκυτάλῃ μαστιγω θείη· οἷα δὴ καθεκάστην ὁρῶμεν γινόμενα. οὐχὶ Πλάτων ἐρωτηθείς, οὗ σὺ διδάσκαλος δηλαδή, ἓν εἰδέναι μόνον ἀπέφησε, τὸ μηδὲν εἰδέναι, ὦ τρικάπηλε σύ; ἐρεῖς πάντως γε καὶ αὐτός. καὶ πῶς, ὦ θαυμάσιε σύ, πάντων τὴν γνῶσιν ἐσχηκέναι διομολογεῖς, οἷα δή τι γένος ἐξαίρετον, καὶ οὐχ οἷον ἡμεῖς οἱ κατ' εἰκόνα θεοῦ γεγονότες καὶ καθ' ὁμοίωσιν; αὐτὸ δὲ τοῦτο φιλοσόφου πόρρω ψυχῆς καὶ διαλεκτικαῖς μεθόδοις καὶ λόγοις γεγυμνασμένης. Ἀλλ' ὤ, τίνα ποτὲ φθέγξομαι ῥήματα, κρίματα δὲ λαλήσω, θεέ μου, πρὸς σέ; ὅτι διψῶσαν φιλοσοφίαν οὐχ ὕδασιν οὐρανίοις ἐκόρεσας, ἀλλὰ καπηλείοις καὶ μαστροπείοις ἐγκαλινδεῖσθαι πεποίηκας; «καὶ τρυγῶσιν αὐτὴν νῦν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.» καὶ τὴν μὲν ψυχὴν τῷ σώματι κατοικιζομένην μέλη θεῖα κατάγουσι καὶ μουσικῶν ἢ ἁρμονικῶν λόγων πληροῦσι καταβιβάζοντες, τὴν δέ γε φιλοσοφίαν ὥς τινα θῆτα εἴτε θεράπαιναν προσαῖτιν ἱστῶσι καπηλικαῖς κιγκλίσιν, οἴμοι, καὶ πορνικαῖς. ἀλλὰ τοῦτο δὴ τὸ ῥῆμα, οἷά τινα δαλὸν ἐξημμένον, ἀνὴρ δεξάμενος κάπηλος ὕλην ἑαυτῷ ἀπολογιῶν ἀκαίρων ἴσως ποιήσαιτο. ἀλλ' ἀκουσάτω γε τὸ ἑξῆς· «ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμή σατο αὐτήν», ὁποῖον πάντες