κατακοιμίζει. οἱ δὲ ἄλλος ἀλλαχόθεν τῶν μυωξιῶν καὶ τῶν σπηλύγγων ἐκπεπηδήκασιν, ὁ μέν τις παλαιστιαῖος, ὁ δὲ καὶ παρ' ἐνίους τῶν δακτύ λων, καὶ ἄλλος βραχεῖ τῳ μείζων. ὁ μὲν οὖν ἆθλον προὔκειτο, οἱ δὲ ἠγωνίζοντο, ἄλλος κατ' ἄλλο τι διῃρημένος τῆς μάχης. οἱ μὲν οὖν λίθοις ἔπαιον, μᾶλλον δὲ ψηφῖσι λεπταῖς, οἱ δὲ ταῖν χεροῖν ἔτυπτον· μοῖρα δέ τις τούτων ἀποστᾶσα πολυπληθὴς δῆσαι τὸν Ἡρακλέα διενοήθησαν, καὶ δῆτα καλῳδίῳ μακρῷ περιεληφότες αὐτοῦ τὸν βραχίονα ἀνασείειν τε ἐπεχείρουν καὶ ἐπί τι δένδρον ἀποδεσμεῖν. ὁ δὲ ἔτι μᾶλλον ἡδέως ἐφύπνωτ τε, παιδιὰν ἱλαρὰν τὴν ἐκείνων πεποιημένος σπουδήν. ὡς δέ ποτε τὴν τοῦ ὕπνου ἀχλὺν ἀποσκεδάσας διεγήγερτο καὶ τὸν ἀγκῶνα τῇ γῇ προσ ήρεισεν, ὥστε ἐπὶ γόνυ καθίσαι, τὴν πλείονα μερίδα τῆς παρατάξεως τῇ ἀντερείσει τοῦ ἀγκῶνος διώλεσεν· οἱ δὲ καταλελειμμένοι, ὁ μέν τις ὑπὸ θάμνον ἐδύετο, ὁ δὲ ὑπὸ φύλλον κράμβης ἐσκέπετο, καὶ ἄλλος ὑπὸ τὸ τῆς ἀμπέλου γόνυ ἀπέκρυψεν ἑαυτόν, οἱ δὲ πλείους προβολὰς ἑαυτῶν τὴν τῶν ἀσταχύων καλάμην πεποίηντο. Ἀλλ' ὑμῶν ἕνεκα οὐδεὶς ἐκείνων οὔτε ἀποφεύξεται οὔτε ἐς ὀπὴν πέτρας οἰχήσεται καταδύς· οὕτως ἀπόλεμοι πάντες καὶ τῆς περὶ λόγους Ἐνυοῦς ἀδαεῖς. μετρεῖ δὲ ἕκαστος ἑαυτὸν καὶ ζυγοστατεῖ τοὺς λόγους ἐπὶ τῆς ἰδίας βουλήσεως καὶ προπηδᾷ τε τοῦ λόχου παρὰ καιρόν· καὶ μάχεσθε πρὸς ἀλλήλους, εἰρήνην ἄγειν ἐξόν. οὔτε γὰρ ἡ σάλπιγξ τὸ πολεμικὸν ὑπηχεῖ οὔτε ὁ στρατοκῆρυξ βοῶν περίεισι τὸ στρατόπεδον, τοῦ φαλαγ γάρχου δὲ προκέλευσμα οὐδαμοῦ τὸν Μακεδόνα ἐξέλιξεν· ἀλλ' ὑμεῖς ἑαυτοὺς ἐπιτάττετε καὶ ἐγκελεύεσθε καὶ οὐκ ἐν καιρῷ διαλύετε τὸν συνασπισμόν, οὔτε τοὺς δεκάρχας ὑμῶν αἰδούμενοι οὔτε τοὺς μοιρηγέτας οὔτε τὸν ἀρχηγέτην τοῦ στρατοπέδου. καὶ τό γε χαλεπώτερον ὅτι μὴ πρὸς τοὺς ἀντιθέτους ὑμῖν ὁ πόλεμος· ἀλλ' ἐπειδήπερ ἐκεῖνοι πεφρίκασιν ὑμᾶς καὶ κατεπτήχασιν ἐμοῦ στρατηγοῦντος, πρὸς ἀλλήλους διαπολεμεῖτε καὶ τὰ ξίφη τῶν λόγων ἐρρωμένως τοῖς φιλικοῖς ἐμβάλλετε σώμασι. τοῦτο τέλος τῆς πρὸς ὑμᾶς ἐπαγγελίας ἐστί; Καί μοι τῆς μαιείας ἐκείνης προσφυῶς ἀναμνήσθητε δι' ἣν κατὰ τὸν Σωκρατικὸν τύπον τὰς ὠδῖνας ὑμῖν τῶν λόγων ἔλυον. προὔλεγον γὰρ ὡς τὸ ὀλισθῆσαν βρεφύλλιον ὁλομελὲς μὲν ὂν καὶ ἄρτιον ἀσμενέστατα ἐκθρέψω καὶ τιθηνήσομαι, κολοβὸν δὲ ἄλλως ἢ παρακεκινημένον προσπλάσομαί τε καὶ ἐξιάσομαι. ἐπεὶ τοιγαροῦν οὓς ἀπετέκετε λόγους ἀμφοτέρωθεν κακῶς ἔχουσιν (οἱ μὲν γὰρ κεφαλῆς καὶ αὐχένος ἐστέρηνται, τοῖς δὲ ὁ βραχίων ἐξῆπται τοῦ νωτιαίου, οἱ δὲ ὑπὸ τοῖν μηροῖν ᾐώρηνται τὴν λαιάν, τοῖς δὲ καὶ καρδία καὶ ἧπαρ καὶ σπλὴν ἐπιλέλοιπε), διὰ ταῦτα τὰ μὲν προσπλάτ τειν, τὰ δὲ ἀναπλάττειν, τὰ δὲ μετατιθέναι ἐπικεχείρηκα. εἰ δὲ ταχέως τὰς ὠδῖνας τῶν λόγων ποιεῖτε, ἄλλο ἐπ' ἄλλῳ γεννῶν ἕκαστος ὥσπερ ὁ λόγος ποιεῖ τὸν λαγωόν, οὐ διὰ τοῦτο θαυμάσομαι· ἐπεὶ μηδὲ τὴν λεχὼ ἡ ὀμφαλοτόμος θαυμάσοι ποτὲ ὅτι ταχὺ μὲν ἀποτίκτοι, κολοβὰ δὲ εἴη τὰ τετεγμένα. οὕτω γοῦν τις τῷ γραφεῖ Τιμοθέῳ εἰκόνα τῶν πονηρῶν γραφέων ἐπέδειξεν (ἡ δὲ εἰκὼν ἄλλως εἶχεν ἢ οἱ γραφικοὶ λόγοι)· ὁ δὲ ταύτην νυκτὸς ἀπειργάσατο, ὁ δὲ Τιμόθεος «ἀλλ' ἐκπέπληγμαι», φησίν, «ὅτι μὴ πολλὰς τοιαύτας ἐμόρφωσας». Τὸ τοίνυν σχεδιάζειν καὶ οἷον ἀναπνεῖν τοὺς λόγους ἐραστὸν μέν, ἀλλ' ἀκροσφαλές, καὶ τρεῖς ἢ τέτταρες τῶν ἄκρως σοφιστευσάντων τὴν σπουδὴν κατωρθώκασιν. ὑμεῖς δὲ ἀλλά, κἂν κατὰ τοὺς ἐλέφαντας ἀποτίκτοιτε ἐφ' ὅλοις χρόνοις δυσὶ καὶ μησὶν ἕξ, ἁδρὸν δὲ εἴη τὸ γέννημα, ἀποδεκτέοι καὶ τῆς ὠδῖνος καὶ τῆς κυήσεως. μόνον προβολὴν ὁ λόγος ἐχέτω καὶ προκαθιστάσθω τὸ μέλλον καὶ προσδιοικείσθω τὸ ἄρθρον τοῦ λόγου καὶ τὴν πᾶσαν προτετυπώσθω τομήν· συνεχῶς δὲ καὶ προσεχῶς συγκεκολλήσθω τοῖς μέρεσι καί, μεταβαίνειν δέον, μὴ οἷον ἅλμα ποιείτω, ἀλλὰ πορείαν τῶν φθασάντων ἐχομένην ἰχνῶν· χρώματι δὲ ἑνί τε ὁμοῦ καὶ ποικίλοις κεχρώσθω, ὁ γὰρ Ἀπόλλων καὶ