φυλάττουσιν οἱ ἀνθέρικες, οὕτω δὴ καὶ τῆς φθειρὸς αἱ τρίχες πᾶν τὸ πλημμελὲς ἀποκρούονται. κἂν ἐν χρῷ ἡ θήρα γένηται, ἡ δέ, ὥσπερ τοὺς σπόγγους φασί, τὸν τῆς κεφαλῆς ὅλη ὑποδῦσα ὑμένα τὴν ἄγραν διέφυγεν· ἀπρίξ τε γὰρ ἔχεται τοῖς ποσὶ καὶ οὐδὲ προσθήκη τις τῇ ἐπιφανείᾳ δείκνυται, ἀλλ' ὅλην ἑαυτὴν τῇ ἐπιδερμίδι ἀπολειώσασα κενὰς ἡ τύραννος τὰς τειχομάχους χεῖρας ἀπέδειξεν. Ἄλλο μὲν οὖν τῶν ζῴων ἄλλο τι τῶν κατὰ γῆν φυομένων νέμεται, ἡ δὲ πάντων τὰ κάλλιστα· ὅσα γὰρ ἀνθρώπῳ προσφέρεται, ταῦτα ἐκείνῃ δευτέραν τίθεται τράπεζαν. ἡμῖν μὲν οὖν ὀψοποιῶν χεῖρες τὰ ὄψα σκευά ζουσι καὶ οἱ τὰ πέμματα ποιοῦντες τὰς ἄλλας τροφάς· ἡμεῖς δὲ τῇ φθειρὶ ἀντὶ μαγείρων καὶ ὀψαρτυτῶν καθεστήκαμεν, μεταβάλλομεν γὰρ αὐτῇ τὰς τροφάς, χυλοποιοῦντες, ἐξαιματοῦντες, ἀτμίζοντες, ἵνα τὸ βρῶμα ταύτῃ κατάλληλον γένηται. κἂν μὲν ἄριστα ταύτῃ ὑπηρετησώμεθα, χρῆται τοῖς παρατεθειμένοις· εἰ δὲ ἀκατέργαστον τὸ βρῶμα προσάξομεν, τὸ μὲν ἀποπέμπεται, ἡμῖν δὲ χρῆται ὡς ἀργυρωνήτοις καὶ μαστιγοῖς, τὰ μὲν τοῖς ποσὶ τὴν κεφαλὴν παραξύουσα, τὰ δὲ τῷ στόματι πλήτ τουσα. Τῶν μὲν οὖν ἄλλων ἡμεῖς ἄρχομεν ζῴων, ἡμῶν δὲ κατάρχει ἡ φθείρ. καὶ τῶν ὀφθαλμῶν πάντα ὁρώντων ἀθέατος αὕτη μόνη καθέστηκεν. καὶ σῶμα μέν ἐστι τὸ φαινόμενον ἀδρανές, μετὰ δὲ τῶν ἀσωμάτων τετίμηται. τελευτᾷ δὲ τεθνηκότων ἡμῶν, ὥσπερ τῆς τραπέζης ἐπιλειπούσης, καὶ τῷ τῆς κεφαλῆς θάπτεται σήματι· καὶ ὅθεν δὴ καὶ γεγένηται, ἐκεῖσε δὴ καὶ ἀποβιοῖ. Ἀλλ' ὁρᾶτε μήποτε τὸ πᾶν φιλοτιμία τίς ἐστι λόγου, καὶ ἡ τέχνη κἀν τοῖς ἐλαχίστοις τὴν δύναμιν παραδείκνυσιν. οὐ γὰρ ἐγκώμιον φθειρὸς προεθυμήθην καταβαλέσθαι (μὴ οὕτω μανείην), ἀλλ' ὑμῖν ἐνδείξασθαι ὅσα ὁ λόγος δεδύνηται, ἵν' ἔχοιτε καὶ τὸ παράδειγμα βλέποντες καὶ πρὸς τὰ εὐτελέστερα τῶν ὑποκειμένων παραξέειν ἑαυτοὺς καὶ προσαρτᾶν πρὸς τὴν μίμησιν. 29 Ἐγκώμιον εἰς τοὺς κόρεις Οἱ δὲ πολλοὶ τοὺς κόρεις κακίζουσιν ὅτι βαρύ τι ἀπόζουσι τοῦ χρωτός, οὐκ εἰδότες ὅτι ὃ τοῖς ἄλλοις ζῴοις λόφοι καὶ κέντρα καὶ κέρας καὶ χαυλιόδους τοῦτο ἐκείνοις ἡ ἀποφορὰ πέφυκεν αὕτη. φάρμακα γὰρ ἡ φύσις τοῦ μὴ ἁλίσκεσθαι τοῖς ζῴοις τὰ μὲν ἐντίθησι, τὰ δὲ κεράννυσιν· οὐδὲ γὰρ οὐδὲ ταῖς σηπίαις τὸ μέλαν μάτην ἐκκέχυται, ἀλλὰ τούτῳ καὶ φεύγουσι τοὺς ἁλίσκοντας καὶ θηρῶσιν οἷς ἐνεδρεύουσιν. εἰ δέ σοι τὸ δύσοδμον ὑπόθεσις ψόγου καθέστηκε, τάχ' ἂν τὰ πλείω διαγράφοις τῆς φύσεως ἐξ ὧν τὰ μέγιστα ὠφελήμεθα. οὕτω γάρ τοι καὶ πόλιον καὶ τὸ ἐξ Ἰνδίας φάρμακον, ἢ τἆλλα τῶν χυμῶν τε καὶ τῶν δακρύων ἃ δὴ ἐξάντη πέφυκε τοῖς νοσήμασι, κακίσαις τῷ λόγῳ καὶ εἰς τὴν μερίδα πέμψαις τὴν χείρονα. Ψύλλα μὲν οὖν ἐνεδρευομένη ἅλλεται καὶ φεύγει τὸν λόχον ἢ τὰς χεῖρας τῶν θηρευόντων, καὶ φθεὶρ δὲ τοῖς τοῦ σώματος πόροις ἐνδύεται καὶ μέρος δοκεῖ οὗ κατακρύπτεται· οἱ δέ γε κόρεις ἅλλεσθαι μὲν παρὰ τῆς φύσεως οὐκ ἐκτήσαντο (οὐδ' οὕτως εἰσὶ δειλοὶ καὶ πρὸς φυγὴν ἕτοιμοι), ἀλλ' ὥσπερ οἱ πάντοθεν τεθωρακισμένοι τῶν ὁπλιτῶν εἰς μέσην ἑαυτοὺς ὤσαντες τὴν παράταξιν ἀνάλωτοι τοῖς βάλλειν ἐθέλουσι καθεστήκασιν, οὕτω δὴ καὶ τοῦτο τὸ ζῷον τῷ παρὰ τῆς φύσεως ὅπλῳ θαρροῦν τὰς τῶν πολεμίων χεῖρας οὐ δέδιε. λέοντες μὲν γὰρ ταῖς φυσικαῖς ἐπιθαρροῦσιν ὁρμαῖς καὶ ἐλέφαντες τῷ μεγέθει τοῦ σώματος καὶ τοῖς ὀδοῦσιν οἱ σύες, καὶ εἴ τι ἄλλο ζῷον τῷ ἐκ τῶν ῥινῶν πεμπομένῳ πυρί· οἱ δέ γε κόρεις οὐκ ἐκ μέρους τινὸς τοῦ σώματος τὴν ἰσχὺν ἐκληρώσαντο, ἀλλ' ὥσπερ οἱ ἀκριβέστεροι τῶν φιλοσοφησάντων περὶ τοῦ φανταστικοῦ φυσιολογοῦντες πνεύματος δι' ὅλου φασὶν ἑαυτοῦ καὶ ὁρᾶν καὶ ἀκούειν καὶ τὰ ἄλλα αἰσθά νεσθαι, οὕτω