ἀποτυγχάνων δὲ σεμνυνέσθω ὅτι κρείττων αὐτοῦ τυγχάνει ὁ ἀδελφός. Ἀγησίλαος τὰ πρῶτα τῶν Λακεδαιμονίων καὶ πρὸ τῆς ἡγεμονίας ἐτύγχανεν ὤν, ἤνδρωτο γὰρ ὡς οὐκ ἄλλος καὶ βουλευμάτων ἦρχε στρα τηγικῶν. πολέμου δὲ κηρυχθέντος ὑπερορίου τοῖς Λάκωσι, δόξαν οὕτω τοῖς τέλεσιν, ἑτέρους στρατηγεῖν εἵλοντο, τοῦ δὲ καταπεφρονήκεσαν· καὶ τῆς ἀρχαιρεσίας λυθείσης σεμνότερος οὗτος τῶν ἄλλων ἐφαίνετο καὶ ἱλαρώτερος τοῖς ἀπαντῶσιν ἐδείκνυτο, καί τινος ἠρωτηκότος τὴν αἰτίαν τῆς διαχύσεως, «τῇ ἐνεγκούσῃ», φησί, «τῆς εὐδαιμονίας συνεπαγάλλομαι· οὔπω γὰρ τηλικοῦτος ὢν μετὰ τριακοσίων λογάδων ἠρίθμημαι». τὸν δέ γε Ῥωμύλον φονέα τοῦ ἀδελφοῦ πεποίηκε τὸ φιλότιμον, καὶ μικροῦ δεῖν καὶ αὐτὸς συναπώλετο, εἰ μὴ ταῖς τοῦ μητροπάτορος παρακλήσεσιν ἀνεκαλέσατο τὴν ψυχήν. Καὶ τί δεῖ τῶν ἔξω παραδειγμάτων ὑμῖν; ἀγάλματα γὰρ ὑμῖν ἀνεστᾶσι τῆς ὁμογενοῦς συμφυΐας ἡ θεία καὶ ἱερὰ συζυγία, τὸν πατέρα καὶ τὸν θεῖόν φημι, ὧν ἑκάτερος ζῇ τε ἅμα καὶ τέθνηκεν· ὅ τε γὰρ ἀπελθὼν ἐκεῖσέ τέ ἐστιν οἷ ἀπελήλυθε καὶ ταῖς τοῦ ἀδελφοῦ μνήμαις καὶ πρὸς ἐκεῖνον ἀπαραλλάκτοις ἰσότησιν οὔπω ἀπηλλάχθαι· δοκεῖ· ὅ τε σὺν ἡμῖν οὗτος τῆς ἀρχιερωσύνης ὁ διαυγὴς ἥλιος τό τε λαχὸν τοῦ αἰῶνος μέρος πορεύεται καὶ ταῖς τοῦ ἀδελφοῦ μοναῖς τῷ φαντάσματι συναυλίζεται. οἶδ' ὅτι μέγα φρονεῖτε τῷ θείῳ· καὶ πῶς γὰρ οὔ, ὃν οἱ πλείους, εἰ καὶ πόρρω θεάσαιντο, εὐτύχημα τοῦτο μέγιστον ἥγηνται; ἀλλὰ πῶς ἂν ὑμᾶς ἀποδύρωμαι ὅτι μὴ τελείῳ τέλειοι συνωμιλήκατε τῷ πατρί; ἔγωγ' οὖν πολλάκις ἐκείνῳ παραγενόμενος τό τε εἶδος ἐθαύμασα καὶ τὸ ἦθος ὑπερηγάσθην καὶ τὸ ἱλαρὸν ὑπερηγάπησα τῆς ψυχῆς βαθεῖ φρονήματι σεμνυνόμενον. ὁ μὲν γὰρ θεῖος (ἀλλὰ μή μου κατείπητε πρὸς αὐτόν) ἐκ πρώτης ἡλικίας εὐθὺς τοῖς τε πολλοῖς ἀπέξεστο καὶ τοῦ πολιτικοῦ φρονήματος κρείττων ἐτύγχανε καὶ τὸ ἐσόμενον ὑπεσήμαινεν. οὗτος μὲν οὖν ἔσω τὰ ἴχνη τῶν ἠθῶν ἔστρεφεν, ὁ δέ-ἀλλὰ τίς ἐκείνῳ ἢ τὴν σύνεσιν ὅμοιος ἢ τὴν γλῶτταν ῥητορικώτερος; ἔθυε δὲ καὶ Μούσαις καὶ Χάρισιν, εὐπαιδευσίας τε μὴ ἀπολειπόμενος συμπάσης καὶ ταῖς ὁμιλίαις πᾶσαν καταγοητεύων ψυχήν· τὸ δὲ πρόσωπον-ἀλλ' ὁμοῦ τις ἐκεῖνον εἶδε καὶ χορεύουσαν ἔνδον εἴκασε τὴν ψυχήν. τοὺς ἄλλους οὖν ἄμφω νικῶντες ἑκάτερος ἑκατέρου ἥττητό τε καὶ ἀπεκρέματο, καὶ τοσοῦτον ἦν τὸ ἀδιάστατον ἐπ' ἀμφοῖν, ὥσθ' ὅ φησιν ὁ λόγος περὶ Φωκίωνος (Ῥωμαῖος δὲ οὗτος ἦν καὶ ἥρως ἄντικρυς καὶ κρείττων ὡρῶν καὶ φιλό σοφος καθαρῶς)· αἰσχυνόμενος ὅτιπερ ἐν σώματι εἴη, διὰ ταῦτα ὑπὸ τὴν περιβολὴν εἶχε τὰς χεῖρας ἀεί, ὁπότε δέ τι καὶ μέρος οὗτος γυμνώσειεν, ὥσπερ τοὺς κομήτας οἱ ἀστρολόγοι, οὕτω δὴ καὶ οἱ τοῦτο θεασάμενοι σημεῖον ὑπερβολῆς ἐτίθεσαν καύματος. κατὰ ταῦτα δὴ τέρας ἦν ἰδεῖν, εἴ τις τῶν ἀδελφῶν θατέρου βαδίζοι χωρίς, ἑκάτερος δὲ τὸν ἕτερον ἀπεσέμνυ νεν· εἰ δέ τις ἐπαινεῖν εἵλετο τὸν ὁρώμενον, τὰς γνάθους οὗτος εὐθὺς ἠρυθαίνετο, αἰδούμενος ὅτι μὴ συγκοινωνοίη τούτῳ τῆς εὐφημίας ὁ ἀδελφός. Ἄμφω μὲν οὖν ὑπηρετησάτην τῷ πατρί, ἄμφω δὲ τὰς πατρικὰς ἐκληρονο μησάτην εὐχάς, καὶ τῶν μὲν ἄλλων κρείττους ἐγενέσθην, τοῦ δὲ φθόνου ἥττους παρὰ πολύ. οἱ δὲ κοινῇ μὲν καὶ τῆς εὐδοξίας, κοινῇ δὲ καὶ τοῦ συμπεσόντος χειμῶνος συμμετεσχήκασι, καὶ τότε πρῶτον κακῶς διῃρέθησαν ἀπ' ἀλλήλων οἱ ἀλλήλοις ἐναπομείναντες· ἀλλ' ἡ ἐπιμανεῖσα τούτοις Ἐριννύς (δότε γάρ μοι παθητιᾶν κἀν τοῖς ῥήμασι) τῷ μὲν ἀθρόον ἐπέβαλε θάνατον, τῷ δὲ ἀφωνίαν καὶ ἔκπληξιν. Ἀλλ' ὑμῖν τὰ πρῶτα ἀπόχρη πρὸς μίμησιν, τὰ δὲ τελευταῖα μὴ ἐπενέγκοι θεός. ὁ μὲν οὖν Ἀχιλλεύς, ἵνα τὴν ὁπλιτικὴν παιδευθῇ, τὸν μιξάνθρωπον ἐκεῖνον Χείρωνα οὐ παρῃτεῖτο παιδευτήν τε ὁμοῦ καὶ σωφρονιστήν· ὑμῖν δὲ ἀρκεῖ τὸ βούλημα πρὸς τὴν καλλίονα τῶν ἠθῶν μεταρρύθμισιν καί, ὃ τοῖς γραφεῦσιν ὁ ἀρχέτυπος πίναξ καθέστηκε, τοῦτο ὑμῖν τὰ πατρικὰ ἔστωσαν διηγήματα. καὶ ἵνα τὸ πᾶν τῆς ὑποθήκης