τῷ λόγῳ· ὅρα γὰρ ὡς πρὸς τὴν φύσιν τὰ μέλη ἐνήρμοσται. μᾶλλον δὲ καὶ ἀπὸ τῆς λίθου τὸν τεχνίτην θαυμάσομαι· οὐ γὰρ τὸν ποικίλον ὑπέθετο τῇ αὐτοῦ τέχνῃ (οὐ τὸν ἐκ Προικονήσου οὐδὲ τὸν ἐκ Πεντέληθεν), ἀλλὰ τὸν ἐς ἄκρον λευκό τατον, ἵνα αὐτόθεν τὸ χρῶμα ἔχῃ τοῦ Ἔρωτος καὶ μὴ παρὰ τῆς τέχνης τοῦτο βιάζοιτο· γάλακτι γοῦν ἀτεχνῶς παγέντι ἔοικεν ἢ χιόνι ἤδη συμφορηθείσῃ καὶ ἀναβαλλομένῃ τὸν κρύσταλλον. ἐπιφρίσσει δὲ αὐτῷ ἡ θρὶξ περὶ τὴν κεφαλὴν οἷον ἐγρηγορός τι καὶ τηλεφανὲς δεικνῦσα τὸ πρόσωπον· ὁ δὲ κ̣ε̣χα´̣λασται μὲν εἰς ὕπνον καὶ τὰ βλέφαρα ἐπιμέμυκεν, οὔπω δὲ οὐδ' οὗτος ἀκρατής ἐστιν οὐδ' ἀκριβῶς κατεχόμενος· αἱ γὰρ χεῖρες αὐτῷ πράττουσί τι καθεύδοντι, ἡ μὲν τὴν κεφαλὴν ὑπερείδουσα, ἡ δὲ μέρους τινὸς ἐπιδεδραγμένη. ἀνακαλύπτει δὲ αὐτὸν ἡ τέχνη καὶ γυμνοῖ τὸ σῶμα τῆς συνήθους περιβολῆς. ὅρα γοῦν ὡς ὅλος εὐάγκαλόν ἐστι ἄγαλμα· ἔκκειται γάρ σοι θατέρα τῶν πλευρῶν, εἰ δ' ἐλλιπὴς αὕτη καὶ ἄσαρκος, μὴ θαυμάσῃς, μᾶλλον δὲ θαύμασον τὸ σοφὸν τῆς τέχνης. ὑποχαλάσασα̣ δ̣ε`̣ κ̣α̣ι`̣ ἡ γαστὴρ πρὸς τὸ κάταντες μέρος, ἐφ' ᾧ δὴ ὁ Ἔρως ὑφήπλωται, συνείληφε τὴν ἐπιδερμίδα καὶ ἧττον σαρκώδη πεποίηκε τὴν πλευράν, ὅθεν ὃ μὴ ἠνάγκασται μέρος (σὺν τῷ μηρῷ ὁ γλουτός) δαψι λεῖ περικέχυται τῇ σαρκί. τοὺς δὲ πόδας οὐχ ὥσπερ εἰς κανόνα ἐνήρμο[σε ....] γὰρ ἴσασι [.....]·τ̣α̣τα οἱ κο[..]ούμενοι, [ἀλλ]ὰ τὸν μ̣[ὲν ἕτ]ερον ὑφ' ἑτέρῳ πεποίηκεν. τὸ δὲ πτερὸν ὄπισθεν ἀφῆκε με̣τ̣α̣ [δεσυντ φερε 11 λιττ.] ε᾿̣πε̣ι`̣ [γ]ὰρ χρῆ[σ]θ̣αι τούτο̣ι̣ς̣ δεδύνηται, οὗτος μὲν ἀνακεκλίσθω καὶ κε χαλ̣[άσ]θω̣ τῷ εἰς [δεσυντ φερε 12 λιττ.] πρὸς θεὸν ὁ´̣μως τετάσθω πρὸς τὴν ἀναγωγὴν ἐσαεί· π[οι]κ̣ίλον γὰρ τὸ ἐρώ[δεσυντ φερε 11 λιττ.] ἄλλην ἄλλοτε δεικνῦον μορφὴν καὶ τὸν πόθον ἀεὶ νεώτ̣α̣τον ἐργαζόμενον. 35 Εἰς τὴν τῆς Ἁγίας Σοφίας σύμπτωσιν Ἦν ἄρα καὶ συμφορὰ συμφορᾶς καὶ πάθος πάθους καὶ λύπη λύπης καὶ οἰμωγῆς οἰμωγὴ καὶ θρῆνος θρήνου μείζων τε καὶ ἀργαλεώτερος. καὶ τὰ μὲν ἄλλα τῶν παθημάτων, ὅσα καὶ βίβλοι καὶ μνῆμαι φέρουσι, πόλεων κατασκαφάς, ναῶν ἐρημώσεις, οἰκιῶν ἐρειπώσεις, ἀγαλμάτων συμπτώ σεις, μεταναστάσεις, ἀπαγωγάς, αἰχμαλωσίας, ἐγνώκαμέν τε καὶ οἴδαμεν· εἴδομεν δὲ ἃ οὐκ ἂν ἠλπίσαμεν, οὐκ ἂν προσεδοκήσαμεν, οὐκ ἄν ποτε εἰς νοῦν ἀνετυπώσαμεν, καὶ οὗ μεῖζον κακὸν οὐκ ἦν ἰδεῖν ἢ ἀκοῦσαι καὶ οὗ προαποθανεῖν πάντως ἂν ηὔξατό τις. τί τοῦτο; τὸν κόσμον ἡμῶν, τὸν οὐρανόν, τὸν ἥλιον, τὴν σκέπην, τὴν καταφυγὴν ἡμῶν, τὴν ἐλπίδα, τὴν μόνην ψυχαγωγίαν, τὴν μόνην ἀντίληψιν, τὸ ἔρεισμα, τὸ ἱλαστήριον, τὸν περικαλλῆ ναόν, τὸν ἀσύγκριτον οἶκον, ὃν ᾠκοδόμησεν ἡ σοφία ἐπὶ τῷ ἑαυτῆς ὀνόματι καὶ οὗ ὑπήρεισε τοὺς ἑπτὰ στύλους ἐκείνους, ὑπὲρ οὗ καὶ τὰ ἑαυτῆς ἔσφαξε θύματα καὶ τὸν κρατῆρα ἐκέρασεν. ὢ τοῦ πάθους, ὢ τῆς συμφορᾶς, ὢ τοῦ μεγέθους τῶν κακῶν, ὢ τῆς Ἰλιάδος. τίς οὐκ ἂν καὶ τὴν γλῶτταν ἐνδάκοι, ὥστε μὴ εἰπεῖν; τίς οὐκ ἂν καὶ ἑκὼν ἐμπνιγείη πρὶν ἐκλαλῆσαι τοῦτον ἐκεῖνον, ὃν ὁ θεὸς ἐξελέξατο, ᾧ ἐπε φοίτα, ᾧ μᾶλλον εἰπεῖν ἐνεδήμει, ᾧ ἠρέσκετο, ᾧ ἐπετέρπετο, εἰς ὃν ἀπέκειτο τὰ τιμιώτατα, τὸ μύρον, τὸ χρῖσμα (τὸ βασιλικὸν λέγω καὶ ἱερατικόν); εἴπω τὸ παράδοξον, τὸ τοῦ θεοῦ σῶμα καὶ αἷμα ἐν ᾧ ἐθύετο οὗτος; τίς εἰπεῖν τολμήσει τὸ γεγονός; τίς ἐνέγκοι ψυχὴ προενεγκεῖν τὴν φωνήν; οὗτος ὁ διώνυμος, ὁ περιβόητος, ὁ ἄσυλος ἔπεσεν, οἴμοι, ἔπεσε σεισμῷ κλονηθεὶς καὶ βρασμῷ γῆς τιναχθείς. Καὶ ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν οὐκ ᾐδέσθη σε ἄρα; οὐκ ἠλέησε πίπτοντα (πρὸς σὲ γὰρ ὁ λόγος, ναὲ τοῦ θεοῦ); καὶ χῶμα γινόμενον καὶ διαλυόμενον καὶ κονιορτὸν πρὸς αὐτὸν πάλιν αἰρόμενον καὶ