Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 1 1, 1. ∆οῦλον δὲ ἑαυτὸν λέγει ἢ διὰ τὴν ἐπαινετὴν ταπεινο φροσύνην οὐκ ἐκ τοῦ ἔχειν τὸ π

 ἁγίου πνεύματος αὐτοῦ πρὸς ἀθανασίαν ἐκ νεκρῶν ἀναστάς· ἐθανατώθη μὲν γάρ, φησί, σαρκί, ἐζωοποιήθη δὲ πνεύματι, καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ

 ἐγκαλεῖται, ἢ ἀποστερῶν οὗ ἂν ὀφείλῃ, εἰκότως ἂν ἐγκληθείη. 12 1, 17. Ἀποκαλύπτεται δὲ ἡ τοῦ θεοῦ δικαιοσύνη τοῖς ἐκ πίστεως παλαιοτέρας εἰς νέαν ἥκου

ἁγίου πνεύματος αὐτοῦ πρὸς ἀθανασίαν ἐκ νεκρῶν ἀναστάς· ἐθανατώθη μὲν γάρ, φησί, σαρκί, ἐζωοποιήθη δὲ πνεύματι, καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ. πνεῦμα μέντοι ἁγιωσύνης τὸ ἁγιάζον πνεῦμα ὡς καὶ θεὸς παρακλήσεως ὁ παρακαλῶν θεός. 6 1, 9. Ἐπειδὴ οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνοῦσι τῷ θεῷ ἐν πνεύματι καὶ οὐκ ἐν σώματι, ἔν τε ἀληθείᾳ καὶ οὐκ ἐν τύπῳ, ἐπεὶ οὖν ὁ θεὸς πρὸς ἀντιδιαστολὴν σώματος κατὰ τὴν συνήθειαν τῆς γραφῆς, πνεῦμά ἐστι καὶ ἀσώματος, οἱ ἐν πνεύματι προσκυνοῦντες αὐτῷ ὡς χρὴ προσκυνοῦσιν αὐτῷ δι' ἀληθείας οὐ διὰ τύπων· λατρεύειν δέ ἐστι κυρίως τὸ δουλεύειν καὶ πάντας ποιεῖν ἀπὸ διαθέσεως. 7 1, 10. τέως οὖν εἶπεν· εἴπως εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς, ἐσήμανεν ὅτι ἔστι χωρὶς θελήματος θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸν Βαλαὰκ καταρασάμενος μισθοῦ τὸν Ἰσραήλ. οἶμαι δὲ ὅτι καὶ πᾶς ἐθνικός, ἢ ὁπώσποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν αὐτοῖς, οὐκ ἐν θελήματι θεοῦ εὐοδοῦται γίνεσθαι πρὸς οὓς γίνεται, εἰ καὶ εὐοδοῦταί ποτε· ἔστι γὰρ, φησὶν ἡ γραφή, ἐν κακοῖς εὐοδία ἀνδρός. 8 1, 11. Ὡς ὄντος δὲ χαρίσματος <μὴ> πνευματικοῦ, ἀναγκαίως προστέθειται τὸ πνευματικόν· ἔστι γάρ τινα χαρίσματα οὐ πνευματικά, ὡς ὁ πλοῦτος, ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ὁ γάμος· τὸ γὰρ πνευματικὸν οὐκ ἄν ποτε ἐμποδίσῃ προσευχῇ, ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ ὁ γάμος χάρισμα δηλοῖ ὁ ἀπόστολος φήσας· θέλω δὲ πάντας ἀνθρώπους <εἶναι> ὡς καὶ ἐμαυτόν, ἀλλ' ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὃς μὲν <δὲ> οὕτως, ὃς δὲ οὕτως. ὅμως ὁ Παῦλος θέλει αὐτοῖς μεταδοῦναι χάρισμα πνευ ματικὸν στηρίζον καὶ βεβαιῶσον αὐτούς, ἵνα μηκέτι ὦσι νήπιοι κλυδωνιζόμενοι παντὶ ἀνέμῳ. 9 1, 13. Ἢ ὡς φθανούσης τῆς προνοίας ἐπὶ τὰς ἀποστολικὰς αὐτοῦ ἐκδημίας· διὸ καὶ ηὔχετο εὐοδωθῆναι ὡς ἐνδεχομένου παύσασθαι τοῦ κωλύματος, ἢ ἐκ τοῦ σατανᾶ ἐνεποδίσθη, ἵνα μὴ σχῇ τινα καρπόν, ἤτοι οὐκ ἦν τοῦ θεοῦ θέλημα, ἐπείπερ ᾔδει μὴ εἶναι καιρὸν τοῦ πείθειν· ὅτε δὲ γέγονεν ὁ καιρὸς τοῦ πείθειν, τότε καὶ ἐποίησεν αὐτὸν ἀπελθεῖν. δι' ὧν δὲ εἶπεν ἐκωλύθην καὶ ὅσα τὰ αὐτά, ἀπολογεῖται ὑπὲρ ἑαυτοῦ καὶ ἐφέλκεται τὴν τῆς Ῥωμαίων ἐκκλησίας ἀγάπην πρὸς ἑαυτόν. 10 1, 13-14. Τὸ δὲ ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθ' ὑπερβατὸν νοήσῃς, ὃ ἐὰν μὴ τηρηθῇ, μάχεται τῇ ἀκολουθίᾳ· τίς γὰρ ἂν εἴπῃ διὰ τοῦτο κεκωλύσθαι ἐλθεῖν πρὸς τοὺς Ῥωμαίους τὸν Παῦλον, ἵνα καρπὸν σχῇ; τοὐναντίον γάρ, εἰ μὴ ἐκωλύθη, καρπὸν ἔσχεν, κωλυόμενος δὲ ἀπεστερεῖτο καρποῦ. ἀναγνωστέον οὖν οὕτως· πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τινα καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο. διὰ τί οὖν ἠναγκάσθη τὸ ὑπερβατὸν θεῖναι; ἐπειδὴ τῷ ἵνα καρπὸν σχῶ ἔμελλε συνάπτειν πολλὰ οἷον τὸ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ τὰ ἀκόλουθα. ἵνα οὖν μὴ διακόψῃ τὴν συνέχειαν, παρ ενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τῷ προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν σχῶ, καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν. 11 1, 14. Τέως δὲ φήσας ἵνα τινὰ καρπὸν σχῶ, ἐμφαίνει ὅτι ὁ καρπὸς οὐκ ἐν μόνῃ ἐστὶ προαιρέσει ἀλλὰ καὶ ἔργου χρεία ἐν καιρῷ, καὶ ὁ κτώμενος τοιούτους καρποὺς πλούσιος γίνεται ἔργοις ἀγαθοῖς καὶ μακαριώτερος. εἶχε δὲ καρποὺς οὐ μόνον ἐν τοῖς μωροῖς τοῦ κόσμου οὓς ἀνοήτους νῦν ἀνομάζει, ἀλλὰ καὶ ἐν σοφοῖς, σοφίαν λαλῶν ἐν τοῖς τελείοις τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένην. ὥσπερ οὖν ὀφειλέτης ὢν σοφοῖς ἐδεῖτο μαθημάτων πρὸς σοφοὺς ἀγόντων αὐτοὺς πρὸς τὸν χριστιανισμόν, οὕτως καὶ βαρβάροις ὀφειλέτης ἦν ὁμιλεῖν αὐτοῖς κατὰ τὴν διάλεκτον αὐτῶν. σοφίας μὲν οὖν πρὸς τοὺς σοφοὺς χρῄζει ὁ διδάσκων, μακροθυμίας δὲ καὶ τοῦ οἰκονομικοῦ καὶ τῆς ἐπαινουμένης ταπεινότητος πρὸς τοὺς ἀνοήτους. ὁ οὖν ὀφειλέτης ἢ ἀποδιδοὺς οὐκ