Commentarii in epistulam ad Romanos (e cod. Vindob. gr. 166) 1 1, 1. ∆οῦλον δὲ ἑαυτὸν λέγει ἢ διὰ τὴν ἐπαινετὴν ταπεινο φροσύνην οὐκ ἐκ τοῦ ἔχειν τὸ π

 ἁγίου πνεύματος αὐτοῦ πρὸς ἀθανασίαν ἐκ νεκρῶν ἀναστάς· ἐθανατώθη μὲν γάρ, φησί, σαρκί, ἐζωοποιήθη δὲ πνεύματι, καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ

 ἐγκαλεῖται, ἢ ἀποστερῶν οὗ ἂν ὀφείλῃ, εἰκότως ἂν ἐγκληθείη. 12 1, 17. Ἀποκαλύπτεται δὲ ἡ τοῦ θεοῦ δικαιοσύνη τοῖς ἐκ πίστεως παλαιοτέρας εἰς νέαν ἥκου

ἐγκαλεῖται, ἢ ἀποστερῶν οὗ ἂν ὀφείλῃ, εἰκότως ἂν ἐγκληθείη. 12 1, 17. Ἀποκαλύπτεται δὲ ἡ τοῦ θεοῦ δικαιοσύνη τοῖς ἐκ πίστεως παλαιοτέρας εἰς νέαν ἥκουσι· πιστεῦσαι γὰρ ἀεὶ Μωϋσεῖ ἵνα τις πιστεύσει καὶ τῷ Χριστῷ, καὶ ὁ πιστεύων τῷ Χριστῷ μὴ πιστεύων τοῖς προφήταις οὐκ ὀρθῶς πιστεύει οὐδὲ λέγεται οὗτος κυρίως πιστεύειν. τὸ δὲ ὁ δίκαιος ἐκ πίστεως ζήσεται διδάσκει, ὅτι εἴ τις δίκαιος μὲν ᾖ, πίστιν δὲ μὴ ἔχει, ἢ πιστεύει μὲν, μὴ ᾖ δὲ δίκαιος, οὐκ ἂν σωθείη. 13 1, 18. Ἔοικε δὲ λέγεσθαι ὀργὴ καὶ ὁ διάκονος τῶν ἐπὶ τοῖς ἡμαρτημένοις πόνων καὶ οἱ ὑπ' αὐτὸν τῶν αὐτῶν λειτουργοί, ὡς ὅτε προσετέθη ἐκκαῆναι ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ Ἰσραήλ, ὅτε ἀνασεισθεὶς ὑπ' αὐτῆς ∆αυὶδ ἐκέλευσε τῷ Ἰωὰβ ἀριθ μῆσαι τὸν λαόν. τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέστειλεν εἰς αὐτοὺς θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. ὅτε δ' αὐτοὶ οἱ δι' ἁμαρτίας πόνοι· οὕτω γὰρ ἀκούω τοῦ κατὰ τὴν σκληρότητά σου θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ τοῦ ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. πρὸς τοῦτο ἐπίσκεψαι, εἰ <τὰ> συμβαίνοντα τοῖς δικαίοις, πειράζοντος αὐτοὺς τοῦ πονηροῦ, ὀργὴ μὲν ἐστίν, οὔτε δὲ θεοῦ οὔτε ἀπ' οὐρανοῦ, ἀλλὰ κάτωθέν ποθεν ἢ τοῦ διαβόλου ἤ τινος τῶν ἀγγέλων αὐτοῦ. τούτοις δέ τις οὐκ ἀπιθάνως ἀνθυποίσει τὸ εἶναι ἡμῖν τὴν πάλην πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· καὶ γὰρ ταῦτα δόξει ὀργιζόμενα τοῖς ἁγίοις παλαίειν καὶ ἐπάγειν αὐτοῖς ἀπ' οὐρανοῦ ὀργήν. μή ποτε οὖν ἐστί τις ἀπ' οὐρανοῦ ὀργὴ καὶ ἑτέρα κάτωθεν, ὡς ἀποδεδώκαμεν, οὕτως καὶ ἡμῖν ἀπ' οὐρανοῦ ὀργὴ θεοῦ ἐστιν, ἑτέρα δὲ ἀπ' οὐρανοῦ μέν, οὐ θεοῦ δέ. 14 1, 24-26. Τῆς οὖν θεοσεβείας ἔξω τῆς ψυχῆς γενομένης ἥτις ἐστὶν ἀρετὴ πρώτη, συνεξέρχεται καὶ ἡ σωφροσύνη, καὶ ἀσέβεια εἰσέρχεται εἰς αὐτήν, καὶ ἀκολασία ταὐτῇ ἀκολουθεῖ ταῦτα παραδοθείσης τῆς ψυχῆς· οὐκ ἔπρεπε γὰρ ἐκβληθείσης εὐσεβείας τὸν θεὸν ἔτι φρουρεῖν τὴν ἀσεβῆ ψυχήν, ἀλλὰ παραδοθῆναι εἰς ἀκαθαρσίαν ἵνα ἀτιμάζηται τὰ σώματα αὐτῶν, ναοὶ εἰδώλων γενόμενα καὶ πάσης ἀτιμίας ἄξια. εἰ γὰρ καί τινες ἀσεβεῖς εἰδωλολάτραι ἀσκοῦσι σωφροσύνην, ἀλλὰ σωφροσύνη ἀρετή ἐστι ἥτις ἕλεται προθέσεως ἐπαινετῆς, οὗτοι δὲ μοχθηρᾶς εἰσι προθέσεως· διὸ καὶ μεταλάττουσι τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν αἱ δοκοῦσαι παρθένοι τῶν εἰδώλων. 15 2, 7. Καὶ ὀργὴ μέν ἐστι ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος, θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ λίαν οἰδένουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἄν τις διὰ τὰς ἁμαρτίας πάσχοι τι, ἤτοι τῆς συνειδήσεως αὐτοῦ πληττούσης ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις οὐχ ἡ ὑπομονὴν κατεργαζομένη, οὐδὲ ἐν ᾗ τις ἂν καυχήσηται, ἀλλ' ᾗ συνέζευκται στενοχωρία. οὐκ ἂν δέ τις ἐστενοχωρήθη, εἰ ἔσχεν ἀπὸ σοφίας πλάτος καρδίας καὶ ἤκουσε τοῦ ἀποστόλου λέγοντος· πλατύνθητε καὶ ὑμεῖς· συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακά, ὡς τὸν διάβολον ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν.