Selecta in Numeros

 προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἔστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα οἰκονομεῖσθαι, καὶ κατορθοῦσθαι διὰ λόγων· καὶ οἱ μὲν ἅγι

 ἀλλ' ἁρμόζει τῷ νῦν Βαλαάμ. Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αἱ σκηναί σου, Ἰσραήλ. Τὸ ὄνομα τοῦ Ἰακὼβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τ

προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἔστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα οἰκονομεῖσθαι, καὶ κατορθοῦσθαι διὰ λόγων· καὶ οἱ μὲν ἅγιοι στρατεύονται λόγοις εὐχῶν· οἱ δὲ ἀσεβεῖς λόγοις μαγειῶν. Τοῦ αὐτοῦ. Ἡ ἐναντία δύναμις οὐδέποτε ποιεῖ ἔργον καλὸν, ἀλλὰ πάντα χείριστα ἐνεργεῖ· καὶ ὅπερ ἐνεργήσει κακὸν, οὐ δύναται ἀποκαταστῆσαι εἰς τὸ βέλτιον, οὐ γὰρ ἔχει τάξιν τοῦ κρείττονος. Τῇ δὲ κρείττονι δυνάμει πάντα δυνατά. Ὁ γὰρ Θεὸς ἡμῶν ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἐνεργῆσαι δὲ κακὸν οὐκ ἔχει· οὐ γὰρ καθ' ἕξιν μόνον, ἀλλὰ καὶ κατ' οὐσίαν ἀγαθός ἐστιν. Τοῦ αὐτοῦ. Ἐν τοῖς ἀνθρωπίνοις ἐστί τινα καὶ μαντεῖα τετελεσμένα, καὶ θυσίαι, καί τινα δῶρα προσφερόμενα τοῖς δαίμοσιν· ὥστε διὰ τούτων προσ φερομένων μαντεύεσθαι τοὺς βουλομένους. Μαν τεῖα δέ ἐστιν ἕκαστον πρᾶγμα. Οὐ γὰρ ἀληθὴς πρόῤῥησις. Καὶ ἦλθεν ὁ Κύριος πρὸς αὐτόν. Κατὰ ἀλήθειαν 12.580 θεία δύναμις παρεγένετο πρὸς Βαλαὰμ οὐ κληθεῖσα ὑπ' αὐτοῦ. Παρεγένετο οὖν, ἵνα ἀποτροπιασμὸν ποιή σῃ τῶν καλουμένων ὑπὸ τοῦ Βαλαὰμ δαιμόνων, καὶ τὰς θείας προῤῥήσεις οἰκονομήσῃ. Καὶ ἀνέστη ὁ ἄγγελος τοῦ Θεοῦ ἐνδιαβάλλειν αὐτὸν ἐπὶ τῆς ὁδοῦ. Ὁ ἐνδιαβάλλων ἐν τῇ ὁδῷ ἄγγελος τὸν Βαλαὰμ, ἆρα μὴ οὗτός ἐστι περὶ οὗ εἶ πεν ὁ Θεὸς πρὸς τὸν Μωϋσῆν ὅτι «Ἄγγελός μου προ πορεύεται ἔμπροσθεν ὑμῶν διαφυλάσσων ὑμᾶς ἐν τῇ ὁδῷ;» Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων. Οὐκ ἐπέτρεψε τῷ Βαλαὰμ ὁ Θεὸς ἀπελθεῖν πρὸς τὸν Βα λάκ· ἐπειδὴ δὲ ἀπελθεῖν ἐβούλετο, συγχωρεῖ. Παρ αγγέλλει δὲ αὐτῷ μόνα τὰ ἀποκαλυπτόμενα εἰπεῖν· καὶ ὁ ἄγγελος δὲ φανεὶς καὶ φοβήσας τοῦτο βεβαιοῖ. Οἰκοδόμησόν μοι ἑπτὰ βωμούς. Ἔστι δὲ καὶ διὰ σώματος ἑτέρου ἔργα γινόμενα, καὶ ἐν τοῖς κρείτ τοσι καὶ ἐν τοῖς χείροσιν. Οἷον ὡς τὰ γινόμενα ἐν Αἰγύπτῳ ὑπὸ Μωϋσῆ καὶ Ἀαρὼν καὶ τῶν ἐπαοιδῶν. Ἀλλὰ συγκρινομένη ἡ θεία δύναμις πρὸς τὴν ἀντι κειμένην κατὰ πρόσωπον τῶν ἀμφιβαλλόντων, αὕτη ἡ θεία δύναμις νικᾷ ὡς ἡ ῥάβδος Μωϋσῆ τὰς τῶν ἐπαοιδῶν ῥάβδους κατέπιεν. Τοῦ αὐτοῦ. Εἰώθει ὁ Βαλαὰμ ταῖς αὐταῖς θυσίαις θεραπεύων προσκαλεῖσθαι τοὺς δαίμονας. Τοιαῦται γὰρ αἱ θυσίαι ἐτελοῦντο ἐν κόσμῳ τοῖς δαίμοσι. ∆ιὰ τοῦτο οὖν ὁ Θεὸς θυσίαις ἀπαιτεῖ τὸν πρῶτον λαὸν, ἵνα διὰ τὸ προσφέρεσθαι τῷ Θεῷ, καταργηθῇ τὸ προσφέρεσθαι τοῖς δαίμοσιν εἰ καὶ τὰ μάλιστα σύμ βολα ἦσαν. Τοῦ αὐτοῦ. Ἐνανθρωπήσας οὖν ὁ Σωτὴρ ἀπέστειλε τοὺς μαθητὰς αὐτοῦ ἵνα λύσωσι τὴν ὄνον, τουτέστιν ἐκ τῶν δεσμῶν ὧν ἔδησεν ἡ ἀντικειμένη δύναμις, ὁ νοητὸς Βαλαάμ· καὶ λύσαντες ἤγαγον πρὸς τὸν Ἰη σοῦν, καὶ ἐπιθέντες τῇ ὄνῳ τὰ ἱμάτια, τουτέστι τὰς ἀρετὰς τοῦ Εὐαγγελίου· καὶ ἐπικαθίσας αὐτῇ ὁ Σω τὴρ εἰσῆλθεν εἰς τὴν ἁγίαν πόλιν. Καὶ παρέλαβε Βαλὰκ τὸν Βαλαὰμ ἐπὶ τὴν κο ρυφὴν τοῦ Φογώρ. Ὑπελάμβανεν ὁ Βαλὰκ μεμε τρημένην τὴν τέχνην τοῦ Βαλαὰμ ἐν τοῖς τόποις. ∆ιὸ παρελάμβανεν αὐτὸν εἰς τὴν κορυφὴν τοῦ Φογὼρ, οἰόμενος ἰσχύειν τὸν μάγον ἐκεῖθεν ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ τὸν Βαλαάμ. Φογὼρ δὲ ἑρμηνεύεται ἡδυσμὸς, ἢ στόματος δέρμα, τουτέστιν, ἀκρότης φιληδονίας, καὶ νεκρότης λόγου. Ἐξ ὧν ἐπειρᾶτο ἀράσασθαι τὸν λαὸν τοῦ Θεοῦ ὁ Βαλαάμ. Τοῦ αὐτοῦ. ∆ύο εἰσὶ κορυφαὶ, τουτέστιν ἀκροτάτης ἀρετῆς καὶ τῆς κακίας· καὶ ὁ μὲν Μωϋσῆς ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἀναβέβηκεν, ὁ δὲ Βαλαὰμ ἐπὶ τὸ ἄκρον τῆς κακίας. Οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς αὐτῷ εἰς συνάντησιν τοῖς οἰωνοῖς. Σύμβολόν ἐστιν ὁ Βαλαὰμ οὗτος τοῦ ἐκ τῶν ἐθνῶν λαοῦ ὅστις ἐπηκολούθει τοῖς οἰωνοῖς τὸ πρότερον, γνοὺς δὲ ὅτι ἀκόρεστόν ἐστι Κυρίῳ, οὐ προσέθετο· ἀλλὰ μὴν καὶ ἑρμηνεύεται μάταιος 12.581 λαὸς, υἱὸς δὲ Βεὼρ ἑρμηνεύεται δερμάτινος. Τὸ μὲν μάταιος ἦν κατὰ τὸ πρότερον τῶν ἐθνῶν, Βεὼρ δὲ τοῦ ἐν ματαιότητι καὶ ἐν νεκρότητι κατὰ τὸ πρό- τερον δηλονότι. Ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν. Ἐγὼ ὁ ποτὲ Βαλαὰμ, ὁ λαὸς ὁ μάταιος, διανοίξας τοὺς ἔσω μου ὀφθαλμοὺς τοῦ νοὸς, καὶ ἰδὼν τὸν πνευματικόν ποτε Ἰσραὴλ, καὶ τὴν κατ' αὐτὸν οἰκονομίαν, τῆς τοῦ ἁγίου Πνεύματος ἀξιοῦμαι. Οὐχ ἁρμόζει τῷ ποτὲ Βαλαὰμ τὸ, «Φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν,» καὶ τὰ ἑξῆς,