Selecta in Numeros

 προκειμένης ἱστορίας μανθάνομεν πολλὰ, καὶ ὅτι ἔστι στρατεύεσθαι λόγοις, καὶ μεγάλα πράγματα οἰκονομεῖσθαι, καὶ κατορθοῦσθαι διὰ λόγων· καὶ οἱ μὲν ἅγι

 ἀλλ' ἁρμόζει τῷ νῦν Βαλαάμ. Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αἱ σκηναί σου, Ἰσραήλ. Τὸ ὄνομα τοῦ Ἰακὼβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τ

ἀλλ' ἁρμόζει τῷ νῦν Βαλαάμ. Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αἱ σκηναί σου, Ἰσραήλ. Τὸ ὄνομα τοῦ Ἰακὼβ, οὐ τοῦ ἐνοικοῦντός ἐστιν, ἀλλὰ τοῦ οἴκου· τὸ δὲ τοῦ Ἰσραὴλ ὄνομα, τοῦ ἐνοικοῦντός ἐστι· τοῦ γὰρ σωματικοῦ πράγματός ἐστι τὸ, Ἰακώβ. Ὡσεὶ νάπαι σκιάζουσαι. Νάπαι νοηταί εἰσι σκιάζουσαι τὸ ἐν ᾧ λογικὰ ἔγκαρπα καὶ κατάκομα τῆς πραγματικῆς ἀρετῆς. Παράδεισοι ἐπὶ ποταμόν εἰσι νοητοὶ, τοπὸς ἐν ᾧ λογικὰ πεφύτευται ἀρδόμενα ἤτοι τῇ θεωρίᾳ τῶν γεγονότων, ἢ τῇ θεωρίᾳ τῆς ἁγίας Τριάδος. Τοῦ αὐτοῦ. Οἱ ἐν σκηναῖς οἰκοῦντες, τῶν ὁδευόντων εἰσὶ, καὶ ἔστιν ἔξω τοῦ κόσμου τούτου ὁδὸς μεγάλη καὶ πολλαὶ σκηναί. Οἱ ἐνοικοῦντες, οὐκ εἰσὶ τῶν ὁδευόντων, ἀλλὰ τῶν ἱσταμένων. Ὡσεὶ κέδροι παρ' ὕδατα. Κέδροι εἰσὶ νοηταὶ παρ' ὕδατα φυεῖσαι ψυχαὶ λογικαὶ ἀρδόμεναι τῇ γνώσει τῆς ἀληθείας. Καὶ κυριεύσει ἐθνῶν πολλῶν. Κύριός ἐστιν ὁ ἐξουσιαστικῶς προστάσσων, δοῦλος δὲ ὁ δουλικῶς ὑπακούων. Κύριός ἐστιν ὁ τοῖς ἰδίοις πόνοις ὀνούμενος καὶ τῇ κυριότητι πεποιωμένος ἐλεύθερος πάθους. ∆οῦλός ἐστιν ὁ ἐμπαθὴς καὶ ἐπιδεὴς τοῦ κρείττονος, καὶ χρῄζων τῆς ἐπιστασίας τοῦ ἰδίου κυρίου. Εἰσὶ δὲ κύριοι πολλοὶ, μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον. Καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία αὐτοῦ. Βασιλεία Γὼγ ἑρμηνεύεται δόματα. Κατὰ μίαν μὲν ἐκδοχὴν δόματά ἐστιν αἱ δωρεαὶ τοῦ ἁγίου Πνεύματος· κατὰ δὲ ἄλλην, «Ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν αὐτοῦ.» Ἔστιν οὖν βασιλεία τῆς τοιαύτης ἕξεως. Ὁ Θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου. Καὶ τὸν Σωτῆρα κατὰ τὸ, «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου,» καὶ τὸν Ἰσραήλ. Τὸν μὲν ἐκβάλλει, τὸν δὲ καλεῖ. Τοῦ αὐτοῦ. Ὁ χρηματισμὸς, τὸν Κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν αὐτοῦ γενησομένην. Αἰγύπτῳ δὲ καὶ ὁ κόσμος οὗτος παρα- βάλλεται. Ὡς δόξα μονοκέρωτος αὐτῷ. Μονόκερώς ἐστιν 12.584 νοητῶς ὁ Χριστὸς κατὰ τὸ συμβεβηκός· ἐξ οὗ μονόκεροι πολλοί. Ἀπὸ γὰρ ἑνὸς Ἰησοῦ Χριστοῦ πολλοὶ μετέσχον εἶναι χριστοί. Τινές φασι καὶ τὸν ἔλαφον μονόκερον εἶναι. Ἔδεται ἔθνη τῶν ἐχθρῶν αὐτοῦ. Περὶ τοῦ Χριστοῦ· ἐχθρῶν αὐτοῦ ἔθνη ἦμέν ποτε ἡμεῖς. Ἔδεται οὖν ἡμᾶς ὁ Χριστὸς, ἡ οὐσιώδης ἀρετὴ νεμομένη ἡμᾶς, καθὰ λέγει· «Ἐμὸν βρῶμά ἐστι τοῦ ποιῆσαι τὸ θέλημα τοῦ πέμψαντός με.» Καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ. Τότε, φησὶν, ὅταν τὴν σαρκικὴν κατάστασιν εἰς πνευματικὴν διὰ τῆς πραγματικῆς μεταποιῇ. Οἱ εὐλογοῦντές σε ηὐλόγηνται. ∆ύο πρόσωπα σημαίνει ἐπὶ τούτοις· εἰσὶ δὲ τῶν πιστῶν καὶ ἀπίστων ἐπὶ τοῦ Χριστοῦ. Καὶ μετ' ὀλίγα· Ἐν τούτοις μὲν οὖν ἀνατέτραπται καὶ ἡ τῶν ἐναντιουμένων τοῦ Ἰσραὴλ ἐγχείρησις, καὶ ἡ τῆς μαγείας κακοτεχνία. Καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι. Ἡ δὲ γνώμη τοῦ πορνεῦσαι τοὺς Ἑβραίους καὶ προσκυνῆσαι τῷ Βεελφεγὼρ, τοῦ μάντεως ἦν. ∆ιὸ φησὶ Μωϋσῆς· «Αὗται δὲ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ, κατὰ τὸ ῥῆμα Βαλαὰμ, τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Βεελφεγώρ.» Καὶ ἔσται ὑμῖν τὸ κλίτος, τὸ πρὸς Λίβα. Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου ἐπηγγείλατο τῷ Ἀβραάμ. ∆ιὰ τί οὖν οὐκ ἔδωκεν αὐτοῖς; Οἱ γὰρ Ἀριθμοὶ ἐλαττοτέραν διδομένην σημαίνουσιν. Οἶμαι δὲ ὅτι δέδωκεν ἂν, εἰ κατὰ τὸν λαβόντα τὰς ἐπαγγελίας, πιστοὶ ἦσαν. Καὶ τοῦτο εἰκότως. Πολλάκις γὰρ κακὰ ἀπειλήσας οὐκ ἐπήγαγε, μετενόησαν γὰρ, ὡς ἐπὶ τῶν Νινευιτῶν. Πλὴν ἐκ τοῦ δήμου τοῦ πατρὸς αὐτῶν ἔσονται γυναῖκες. Προστάττει οὖν ὁ Θεὸς πλὴν τῆς Ἰούδα καὶ τῆς Λευῒ μὴ ἐξεῖναι ἀπὸ φυλῆς εἰς φυλὴν συνάπτεσθαι, ἵνα μὴ ξένον τοῦ Σωτῆρος δειχθῇ ἄνωθεν ἐρχόμενον, τὸ, «Βασιλεὺς καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.»