ἀνδρὸς ἱεροφάντου, ἄνθρωπος ἰχθύος ἀφωνότερος καὶ βατράχου ἀπραγότερος (ἔστι γὰρ ὅτε καὶ πρᾶξις λαλεῖ, μάλιστα ὅταν δι' αὐτὸ γένηται τὸ καλόν). διακρατήσας δὲ τὸ ζῆν ἑαυτοῦ δέκα τέσσαρας μῆνας ἀποθνήσκει, εἰς τὰ Εὐαγγέλια παρορκήσας· ὅπου ὤμοσε τῷ ἀδελφῷ Νεκταρίῳ μηδέποτε καταδέξασθαι ἐπισκοπῆς χειροτονίαν, ἡνίκα ὠνείδισεν αὐτῷ μὴ βουληθέντι γενέσθαι ἐν Ταρσῷ, ὡς τὸν αὐτοῦ καιροσκοποῦντι θάνατον. γεγένηται δ' αὐτῷ τῆς ἐπιορκίας αἰτία τὸ μὲν πρὶν ἡ κενοδοξία, δι' ἣν ἐμνηστεύετο-ὡς ἂν εἴποι τις-τὴν γυναῖκα, μετέπειτα δὲ ἡ αἰσχύνη· προφητικῶς τῶν ἐλέγχων αὐτῷ παρὰ τοῦ ἀδελφοῦ ἐπαχθέντων. τούτῳ τῷ Ἀρσακίῳ Ἀττικὸς ἀντεισάγεται ἐκ τῶν πρεσβυτέρων, πάσης μηχανῆς τεχνίτης κατὰ τοῦ Ἰωάννου. ὃς θεασάμενος μηδένα τῶν ἀνατολικῶν αὐτῷ ἐπισκόπων κοινω νοῦντα, μήτε μὴν τοῦ τῆς πόλεως λαοῦ, διὰ τὰ οὕτως ἀνόμως παρακολουθήσαντα καὶ ἀθέσμως, παρασκευάζει, ἄπειρος ὢν τῶν θείων Γραφῶν, ταῖς ἀντιγραφαῖς καταναγκάζεσθαι τοὺς μὴ κοινωνοῦντας. εἶχεν δὲ ἡ μὲν κατὰ τῶν ἐπισκόπων ἀντιγραφὴ τὴν ἀπειλὴν ταύτην· "Εἴ τις οὐ κοινωνεῖ τῶν ἐπισκόπων Θεο φίλῳ καὶ Πορφυρίῳ καὶ Ἀττικῷ, τῆς μὲν ἐκκλησίας ἐκβαλέσθω, 65 τῆς δὲ ἰδίας τῶν πραγμάτων οὐσίας ῥιπτέσθω." ἐντεῦθεν οἱ μὲν καταβαρυνόμενοι τῷ τῶν πραγμάτων φορτίῳ καὶ ἄκοντες κοινωνοῦσιν, οἱ δὲ πενέστεροι καὶ εἰς πίστιν ὑγιῆ ἀσθενέστεροι ὑποσχέσεσι δώρων τινῶν συνεσύροντο εἰς κοινωνίαν, οἱ δὲ γένους καὶ πραγμάτων καὶ πατρίδος καὶ δόξης φθαρτῆς καὶ θλίψεως σωματικῆς ὑπεριδόντες φυγῇ τὴν τῆς ψυχῆς εὐγένειαν διεφύ λαττον, τὸ εὐαγγελικὸν διὰ μνήμης ἔχοντες λόγιον, "Ἐὰν διώ κωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην," καὶ τὸ τῆς παροιμίας ἑαυτοῖς ἐπιλέγοντες, "Οὐκ ὠφελήσουσιν ὑπάρ χοντα ἐν ἡμέρᾳ θυμοῦ." ἔφθανον δὲ οἱ μὲν ἐν τῇ Ῥώμῃ, οἱ δὲ ἐν τοῖς ὄρεσιν, ἕτεροι δὲ ἐν τοῖς τῶν ἀσκητῶν φροντιστηρίοις διεσώζοντο ἐκ τῆς Ἰουδαϊκῆς πονηρίας. ἡ δὲ κατὰ τῶν λαϊκῶν ἀντιγραφὴ περιεῖχεν· "Τοὺς μὲν ἐν ἀξιώμασιν ἐκπίπτειν τῆς κατὰ τὰς ἀρχὰς ἀξίας, τοὺς δὲ στρατιώτας τὰς ζώνας ἀπόλλειν, τοὺς δὲ λοιποὺς δήμους καὶ χειροτέχνας, χρυσίῳ πολυολκεῖ προστιμηθέντας, ὑποβάλλεσθαι ἐξορίᾳ." πλὴν ὅμως καὶ ταῦτα ἐπράττετο, καὶ αἱ προσευχαὶ τῶν σπουδαίων ἐν τῷ ὑπαίθρῳ ἐπετελοῦντο μετὰ πολλῆς τῆς κακοπαθείας, φιλίᾳ τῇ πρὸς τὸν Σωτῆρα τὸν εἰρηκότα· "Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια," καὶ πάλιν, "Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον." καὶ ὁ μὲν μακάριος Ἰωάννης οἰκήσας τὴν Κουκουσὸν ἔτος ἕν, πλείστους διαθρέψας πένητας τῆς Ἀρμενίας οὐ τοσοῦτον σίτῳ, ὅσον λόγῳ (ἔφθασε γὰρ κατ' ἐκεῖνο καιροῦ μέγας λιμὸς τὴν χώραν ἐκείνην). βασκή ναντες δὲ αὐτῷ καὶ ἐπὶ τούτῳ οἱ ἀδελφοκτόνοι μεταφέρουσιν εἰς Ἀραβισσόν, διαφόροις ὑποβάλλοντες κακουχίαις, ἵνα τὸ ζῆν ἀπολίπῃ. κἀκεῖ πάλιν οὐ μικρῶς διαλάμψας ταῖς ἀρεταῖς ("οὐ δύναται γὰρ πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη," οὐδὲ 66 λύχνος φαιδρῶς καιόμενος ξυλίνῳ σκεπασθῆναι μοδίῳ), ἐξή γειρεν γὰρ καθάπερ ἐξ ὕπνου τῆς ἀγνοίας πρὸς τὴν τοῦ λόγου ἀκτῖνα ἐκ πάσης περιχώρου τοὺς ἄγαν κεκαρωμένους τῇ ἀπιστίᾳ. σφοδρότερον δὲ τῇ φλογὶ τῆς βασκανίας κατακαιόμενοι οἱ περὶ Σευηριανὸν καὶ Πορφύριον καὶ ἕτεροί τινες τῆς Συρίας ἐπί σκοποι παρασκευάζουσιν αὐτὸν κἀκεῖθεν μετενεχθῆναι· βαρὺς γὰρ αὐτοῖς ἦν οὐ μόνον ἐν ταῖς νομιζομέναις εὐημερίαις, ἀλλὰ πολλῷ πλέον ἐν ταῖς δυσημερίαις, ἀφυῶς διακειμένοις περὶ τὴν φύσιν τῶν πειρασμῶν, οὐ μεμνημένοις τοῦ πρὸς τὸν ἀπόστολον θείου χρησμοῦ ἐν ταῖς θλίψεσι γενομένου, τό· "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται." θεασά μενοι γὰρ μεταναστᾶσαν τὴν Ἀντιοχέων ἐπὶ τὴν Ἀρμενίων κἀκεῖθεν πάλιν ἐπὶ τὴν Ἀντιοχέων τὴν Ἰωάννου εὐχάριστον φιλοσοφίαν ᾀδομένην, ηὔχοντο καὶ τὸ ζῆν ἀποῤῥῆξαι, καθάπερ ὑπὸ μαστίγων τῶν διηγημάτων βασανιζόμενοι (τοιοῦτον γὰρ ὁ μισόκαλος φθόνος), ὡς τοὺς ὁρῶντας τῶν ἑπομένων αὐτοῖς κληρικῶν θαυμάζοντας λέγειν· "Ἴδετε νεκρὸν φοβερὸν τοὺς ζῶντας καὶ κρατοῦντας