δόξαν Θεοῦ ποιεῖν <ἐν> τοῖς διωγμοῖς." ἐπὶ τοῖς ἐλέγχοις τῆς πλάνης, μή που τραπέζης μνεία; Τίτῳ δὲ πάλιν τῷ ἐπισκόπῳ Κρήτης ἴδωμεν τί ἐπιστέλλει· περὶ βρωμάτων καὶ πομάτων ἢ περὶ ἐλέγχων καὶ διδασκαλίας; - λέγων· "Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπανορθώσῃς καὶ πείσῃς αὐτοὺς μὴ ἑτεροδιδασκαλεῖν, μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις," ἐπιφέρων καὶ τῶν ἐλέγχων τὸν τρόπον· "Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί." εἰπάτωσαν ἡμῖν οἱ κοιλιολάτραι καὶ τραπε ζογίγαντες καὶ γυναικοϊέρακες, οἱ τὴν Ἰωάννου ἄσκησιν μεμφό μενοι, ἐμπερινοστήσαντες Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην, ποῦ εὗρον ἐν ἐπαίνῳ συμπόσιον, εἰ μή που πρὸς ἀλλοφύλους, καὶ τοῦτο διὰ τὴν τῆς εἰρήνης σπεῖσιν τῷ τῆς τραπέζης νόμῳ θηρίων τε καὶ βαρβάρων τιθασσευομένων; πότε δὲ τὰ συμπόσια ὑπόθεσις ἁμαρτίας οὐ γέγονεν; τί δὲ λέγω "ἁμαρτίας," τάχα 78 δὲ καὶ "τῆς μείζονος εἰδωλολατρείας καὶ ἀδελφοκτονίας"; - 78 καθὼς γέγραπται· "Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν." ἦν δὲ τὸ παίγνιον μέθης ἔκγονον. "∆εῦτε, ποιήσωμεν θεοὺς οἵτινες προπορεύσονται ἡμῶν." οἱ γὰρ σεισμὸν ὑποστάντες δι' οἴνου κινητοὺς θεοὺς ἐπεζήτουν, τὸν ἄσειστον καὶ πάντα πληροῦντα ἄνευ τοῦ βαδίζειν ἀφέντες. τί δαὶ λέγει ὁ προφήτης· "Χείλη ἱερέως μελετήσωσι συμπόσια, ὅτι δεῖπνα καὶ ἄριστα ἐκζητήσουσιν ἀπ' αὐτοῦ"; ἢ "Ὅτι χείλη ἱερέως φυλάξεται νόμον, καὶ λόγον ἐκ στόματος αὐτοῦ ἐκζητήσουσιν, ὅτι ἄγγελος Κυρίου ἐστί," -καὶ οὐ μάγειρος; καὶ ὁ ἐν Χαλαννῇ δὲ πύργος πότε ᾠκοδομήθη; πρὸ οἴνου ἢ μετὰ οἶνον; οὐ μετὰ οἴνου ἡνίκα Νῶε φυτεύσας τὸ κλῆμα πρῶτος τὸν ὄνειδον ἐκαρ πώσατο; εἴ γε οὕτως ἔχει, οὐ διὰ τὴν πόσιν ἢ τὴν φυτείαν, ἀλλὰ διὰ τὴν ἀμετρίαν. Ἰωσὴφ πότε ἐπράθη ὑπὸ τῶν ἀδελφῶν; ὅτε τὰ πρόβατα ἐποίμαινον ἐν αὐτοῖς ἀσχολούμενοι, ἢ ὅτε τὰ κάλλιστα σφάζοντες καὶ ἐσθίοντες ἐπὶ σχολῆς κατ' αὐτοῦ ἐν συμποσίῳ τὸν φθόνον ἐτεκταίνοντο; τὴν τοῦ βαπτιστοῦ Ἰωάννου κεφαλὴν ἐπὶ πίνακος ποῦ ἐπέδοσαν τῷ πορνιδίῳ; ἐν συλλόγῳ σοφίας ἢ ἐν συμποσίῳ ἀνομίας; ὁ μακάριος Παῦλος πίνων καὶ τρώγων παρέτεινεν ἕως μεσονυκτίου τὸν λόγον, ἢ ἀσιτῶν καὶ διδάσκων καὶ τοὺς τὸν Θεὸν ἀγνοοῦντας εἰς πίστιν ἄγων; αὐτὸς ὁ ἀρχιποίμην καὶ ἀρχιδιδάσκαλος καὶ ἀρχι σοφιστής, Ἰησοῦς ὁ Χριστός, ὁ τῆς ἀνθρωπίνης πλάνης διορ θωτής, ποῦ εὑρίσκεται ἐν πόλει φαγὼν πλὴν τοῦ Πάσχα; - ὃ ἦν μυστηρίων ἐκπλήρωσις. τί δαὶ καὶ μεριμνῶσι τοῖς μαθη ταῖς εὑρίσκεται λέγων, περὶ βρωμάτων ἢ περὶ ἀναγνωσμά των; -"Ἐργάζεσθε," λέγων, "μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν." λεγέτω τοίνυν μετὰ τοῦ Κυρίου καὶ ὁ καλὸς Ἰωάννης· "Ἐμὸν συμπόσιόν ἐστιν ἡ τοῦ λόγου διδασκαλία καὶ διανομή, εἰς ἣν καὶ ἐξελέχθην εἰς τὴν τοῦ λαοῦ σωτηρίαν." "βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ, οὔτε ἐὰν φάγωμεν, οὔτε ἐὰν μὴ φάγωμεν." ἐθνικῶν γὰρ ἡ συνήθεια αὕτη, τὸ τραπέζαις ἀπατᾶν τοὺς ὑπ' αὐτῶν δελεαζομένους, λόγῳ πείθειν μὴ δυναμένων τῶν λεγόντων· "Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν." πρὸς οὓς ὁ ἀπόστολος πληκτι 79 κώτερον τὴν διόρθωσιν ἐπάγει, λέγων· "Μὴ πλανᾶσθε· "Φθεί ρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί""· -"ὁμιλίας" λέγων "κακὰς" τὰς περὶ τὰ τοιαῦτα ἑλισσομένας λέξεις. <ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ> {Ο ∆ΙΑΚ.} Γνησίως μὲν καὶ πολυμαθῶς εἴρηκας τὰ εἰρημένα, καὶ οὕτως ἔχει. "οὐαὶ γὰρ τῷ λέγοντι τὸ γλυκὺ πικρόν, καὶ τὸ πικρὸν γλυκύ. οὐαὶ τῷ τιθέντι τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος." λέξει δέ τις, ὅτι "Οὔτε ἡμεῖς τοῦτο λέγομεν εἶναι αὐτὸν ἔκδοτον ταῖς τοιαύταις τραπέζαις. ἡ γὰρ ἄμετρος φιλο τιμία φιληδονίας ὑπόθεσις, καὶ ἡ εἰς ἄγαν ἀπόκλεισις ὄκνου καὶ μικρολογίας ἀπόδειξις. ἐδύνατο γὰρ κἂν μόνους ἐπισκόπους καλεῖν, καὶ τούτων μάλιστα τοὺς εὐσεβεστέρους· ἢ εἰ μὴ τού τους, κἂν τὸν ἴδιον κλῆρον, μιμούμενος τὸν ∆εσπότην ἐσθίοντα μετὰ τῶν δώδεκα ἀποστόλων." {Ο ΕΠΙΣΚ.} Συνεκτικώτατα ἀνθυπήνεγκας, φιλαληθέστατε τῶν ἀνδρῶν, εἴ γε ἠνείχοντο οἱ κληρικοὶ συναριστεῖν τῷ Ἰωάννῃ, παρ' ὥραν ἢ παρ' ἡμέραν ἐσθίοντες· οἱ δὲ ὡς τάχιστα μετὰ πολλῆς τῆς παρασκευῆς