Descriptio ambonis

 Ναὶ μὴν οὐδ' ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου· ἀλλὰ καὶ εὐτέχνοισιν

 γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης, ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι. ἀγλαΐη δ' ἐγέλασσεν ὅλου κατ' ἐδέθλ

 εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι, μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων. τοίχοις δ' ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις ἕρκεσιν ὑψιτ

Ναὶ μὴν οὐδ' ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου· ἀλλὰ καὶ εὐτέχνοισιν ὅλος φαιδρύνεται ἔργοις καὶ φύσιν αἰολόμορφον ἔχων ποικίλλεται αἴγληι. τοῦ μὲν ἔπι τροχάουσι διαμπερὲς οἷά τε δῖναι, πῆι μὲν ἴσαι κύκλοισιν ἀτέρμοσι, πῆι δέ γε κύκλων βαιὸν ἀποπλαγχθέντας ὑπεκτανύουσιν ἑλιγμούς. ἔστι δὲ πῆι μὲν ἔρευθος ἰδεῖν κεκερασμένον ὤχρωι, πῆι δὲ καλὸν βροτέοισι σέλας στονύχεσσιν ὁμοῖον. ἄλλοθι δ' ὁρμηθεῖσα πρὸς ἀργεννὸν σέλας αἴγλη, ἠρέμα μιμνάζουσα, χάριν μιμήσατο πύξου ἠὲ μελισσήεντος ἐπήρατον εἰκόνα κηροῦ, ὃν καθαραῖς προχοῆισι βροτοὶ νίζοντες ἐρίπναις πολλάκι τερσαίνουσιν ὑπ' ἠελιώτιδας αὐγάς· ὃς δὲ μεταΐσσει μὲν ἐς ἄργυφον, εἰσέτι δ' οὔπω τρέψεν ὅλην χροιὴν ἔτι λείψανα χρύσεα φαίνων. τοῖος καὶ δολιχῶν ἐλέφας κεχρωσμένος ὁλκοῖς χροιὴν ἀργυχέην ἐτέων ἐπὶ μῆλον ἐλαύνει. πῆι δὲ πελιδνωθεῖσαν ἔχει χάριν· οὐδὲ γὰρ αὕτως δῖα φύσις προλέλοιπε πελιδνήεσσαν ἀλᾶσθαι χροιήν, ἀλλ' ἐπέμιξεν ἐΰγραφα δαίδαλα πέτρηι. ἀργεννὴ δ' ἐπὶ τοῖσι πολύτροπος ἄνθεος αὐγὴ ἀμφιθέει· πῆι μὲν γὰρ ἐπέρχεται εὐρέϊ χώρωι ἀκροβαφὴς κροκέοιο πελιδνήεντος ἀώτωι, πῆι δ' ὑπολεπτυνθεῖσα φαείνεται, ἶσα δὲ μήνηι ἀρτιγενεῖ περὶ λεπτὰ κεράατα φέγγος ἑλίσσει. ἄγχι δὲ πετραίης Ἱερὴ πόλις ἐστὶν ἐρίπνης, ἥ τις ἑὸν περίπυστον ἐφήρμοσεν οὔνομα πέτρωι. Πᾶν δὲ τὸ καλλιθέμειλον ἔδος πετραῖον ἐκεῖνο, ἔνθα σοφῶν ἀνάγουσι θεηγόρα δήνεα βίβλων, ὀκτὼ δαιδαλέοισιν ἐφήρμοσε κίοσι τέχνη, ὧν δύο πρὸς Βορέην, δύο δ' ἐς Νότον εἰσὶν ἀήτην, καὶ δύο πρὸς Φαέθοντα, δύο πρὸς ἐδέθλια νυκτός, ὥς κεν ἀνοχλίζοιτο, γένοιτο δὲ νειόθι πέτρης οἷά περ ἄλλο μέλαθρον, ὅπηι σοφίης ὑποφῆται ἵλαον ἀγλαόπαιδα προεντύνουσιν ἀοιδήν. ἔστι δὲ τοῖς μὲν ἔνερθε τέγος, τοῖς δ' ὑψόθεν οὖδας. καὶ τὸ μὲν ἐκταδίοισιν ἴσον πεδίοισι νοήσεις ἀκλινὲς ἀμφὶ πέδιλα βροτῶν· τὸ δ' ἔνερθε λαχήνας λαοτόμος κοίληνεν, ὑπερτέλλει δὲ καρήνων εὐϊέρων κυρτωθὲν ἄνω τεχνήμονι κόσμωι, οἷα κραταιρίνοιο κεκυφότα νῶτα χελώνης, ἤ τις ὑπὲρ πήληκος ἀνορθωθεῖσα βοείη, πύρριχος εὐδίνητον ὅθ' ἅλμασιν ἀνέρα πάλλει. ὀκριόεν δὲ μέτωπον ὅλης λάϊγγος ἐκείνης πάντοθεν ἀργυρέοισι διεζώσαντο μετάλλοις, ὁππόθι δαιδαλοεργὸς ἀνὴρ γλωχῖνι σιδήρου δένδρεα ποικιλόμορφα καὶ ἄνθεα καλὰ χαράσσων ἁβρὰ πολυπτόρθων ἐνεθήκατο φύλλα κορύμβων.

Πᾶσι δ' ὁμῶς βάθροις τε καὶ οὔδεϊ κίοσί τ' αὐτοῖς ἴδρις ἀνήρ, ἀδόνητα θεμείλια πάντα φυλάσσων, λαϊνέης ὑπένερθε βάσιν κρηπῖδος ἐγείρει, ἀνδρομέου ποδὸς ὕψος ὑπερτέλλουσαν ἀρούρης. ὄφρα δ' ἀνευρύνωσι θεμείλια κεῖνα μελάθρου, ἡμιτόμους ἑκάτερθε μέσην περὶ γαστέρα κύκλους λάεσιν ἀμφεβάλοντο, περιτμηγέντι δὲ χώρωι κίονας ἐστήσαντο διασταδόν, ἥμισυ κύκλου ἀμφιπεριστέψαντας. ὅλη δ' εὐρύνετο γαστὴρ τέτρασιν ὀλβίστοις ὑπὸ κίοσιν ἔνθα καὶ ἔνθα, ἐς Νότον ἐς Βορέην τε. τὸ δὲ σπέος εἴκελον οἴκωι ἀμφιέλιξ ἑκάτερθεν ὑφ' ἕρκεϊ λᾶας ἐέργει. τοὺς μὲν ἀνὰ Φρύγα χῶρον ἐς ἔνδια Μυγδόνος ἄκρης λαοτόμοι σθεναρῆισιν ἀνεστήσαντο μακέλλαις κίονας ἱμερόεντας· ἰδὼν δέ τις ἄνθεα πέτρης, ἐξενέποι κρίνα λευκὰ ῥόδων καλύκεσσι μιγῆναι καὶ μαλακοῖς πετάλοισι μινυνθαδίης ἀνεμώνης, πῆι μὲν ἅλις ῥοδόεντα καὶ ἠρέμα λευκὰ μετάλλωι, πῆι δ' ἅλις ἀργινόεντα καὶ ἠρέμα πυρσὰ φανέντα· τῆι δὲ μίγα σχίζουσι διὰ φλέβας ἶνες ἀραιαὶ τῆι καὶ τῆι κατὰ βαιόν· ἐν ἀλλήλαις δὲ χυθεῖσαι εἴκελα πορφύρουσι Λακωνίδος αἵματι κόχλου.

Πρῶτα μὲν ἀμφιέλισσαν ὑπὸ κρηπῖδα βαλόντες, δαιδαλέην, καμπτοῖσιν ἀποστίλβουσαν ἑλιγμοῖς, λαϊνέους στήσαντο πεπηγότας ὑψόθι βωμούς, Βοσπορίης τμηγέντας ἀπ' εὐλάϊγγος ἐρίπνης. λευκὰ δ' ἀπαστράπτουσι, καὶ εἰ σποράδεσσι κελεύθοις σκίδναται ἀργινόεντι περὶ χροῒ κυανέη φλέψ. δισσάκι μὲν πισύρεσσιν ὑπὸ πλευρῆισιν ἑκάστωι βωμῶι λαοτύπος χάριν ἔξεσεν, αὐχένα δ' αὐτοῖς κυκλοτερῆ