Descriptio ambonis

 Ναὶ μὴν οὐδ' ὅγε λᾶας ἐτώσιος· οὐδὲ γὰρ αὕτως ἄγριον ἠλιβάτου κορυφῆς τμήξαντο κολώνην μηκεδανῆς τανύμετρον ἀπιθυντῆρα κελεύθου· ἀλλὰ καὶ εὐτέχνοισιν

 γλυφάνοισι χάλυψ ἔσφιγξε τορείης, ὄφρα κεν ἀστυφέλικτον ἀρηρότι νειόθι κίων ἴχνος ἐφιδρύσειε βαλὼν περιηγέϊ βωμῶι. ἀγλαΐη δ' ἐγέλασσεν ὅλου κατ' ἐδέθλ

 εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι, μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων. τοίχοις δ' ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις ἕρκεσιν ὑψιτ

εἰσόκεν ἀργυρέην περὶ δικλίδα ταρσὸν ἐρείσηι, μηκεδανῆι κρηπῖδι θυηπόλον ἕρκος ἀράσσων. τοίχοις δ' ἀμφοτέρωθε διείργεται. οὐ μὲν ἐκείνοις ἕρκεσιν ὑψιτενεῖς ἔβαλον πλάκας, ἀλλ' ὅσον ἀνδρὸς ὀμφάλιον ζωστῆρα παρισταμένοιο χαράξαι. ἔνθεν ὑποτροπάδην χρυσέην εὐάγγελος ἀνὴρ βίβλον ἀερτάζων διανίσσεται. ἱεμένης δὲ πληθύος, ἀχράντοιο θεοῦ κατὰ μύστιδα τιμήν, χείλεα καὶ παλάμας ἱερὴν περὶ βίβλον ἐρεῖσαι, κύματα κινυμένων περιάγνυται ἄσπετα δήμων. καί ῥ' ὁ μὲν ἀμφιπλῆγι τιταίνεται εἴκελος ἰσθμῶι χῶρος, ἀπιθύνων πρὸς ἀνάκτορα σεμνὰ τραπέζης ἄνδρα καταθρώσκοντα βαθυκρήμνου περιωπῆς· Θεσσαλικῆι δ' ἑκάτερθεν ὅλην χλοερώπιδι πέτρηι ἀτραπὸν ἐφράξαντο. πολὺς δ' ὑπὸ λάεσι λειμὼν ὄμμασιν ἱμερόεσσαν ἄγει χάριν. ἀμφὶ δ' ἑκάστηι Θεσσαλικῆι λάϊγγι παρίσταται οἷά τις ἄλλος κίων ἰσοτενής, περιηγέσιν οὔ τι κυλίνδροις εἰδόμενος· φαίη τις ἀνὴρ γραμμῆισι μεμηλὼς σχῆμα κύβου μεθέπειν περιμήκεος οὐκ ἰσοπλεύρου κίονας. ἁρμονίην δὲ Μολοσσίδος ἐνθάδε πέτρης λαοτόροι ζεύξαντες, ἀμοιβαδὸν ἄλλον ἐν ἄλλωι πέτρον ἐνεσφήκωσαν. ἀπὸ Φρυγίης δὲ κολώνης λαοτύπος καὶ τούσδε λίθους ἐτμήξατο τέκτων. ἔνθα δὲ βουκολέοντα μεληδόνας ὄμματα βάλλων πῆι μὲν ἴδοις καλὴν ὀφιώδεα σύρματα πέτρην ἀμφιπεριπλάζουσαν, ἐϋγνάπτοις δὲ πορείαις νήδυμα κυμαίνουσι· παρ' ἀλλήλας δὲ ταθείσας πυρσὴν ἀργυφέην τε καὶ ἀμφοτέρων τινὰ μέσσην χροιὴν ἀμβολάδην τις ἀμοιβαδὸν ὁλκὸς ἑλίσσων ἀγκύλον ἑρπυστῆρι δρόμωι σπείρημα κυλίνδει· πῆι δὲ σεληνήεντα καὶ ἀστερόεντα νοήσεις γραμμαῖς ἀλλοπρόσαλλα φύσει σφρηγίσματα πέτρης. ἀλλὰ καὶ ἐκταδίοις ἐπὶ χείλεσιν ἕρκεος ἄλλην τῆς αὐτῆς γεγαυῖαν ἐϋπρήωνος ἐρίπνης μηκεδανὴν λάϊγγα καθήρμοσαν, ὄφρα κεν εἴη νειόθι μὲν κρηπῖδος ἐνιδρυνθεῖσα θεμείλοις πέτρης Θεσσαλικῆς βάσις ἔμπεδος, ὑψόθι δ' ἄλλωι ἅμματι πετρήεντι κατάσχετος. ἀλλὰ καὶ αὐτὰς πλευρὰς τετρατόμοις ὑπὸ κίοσι δεσμὸς ἐέργων ἄτροπον ἀστυφέλικτος ἐπ' οὔδεϊ πυθμένα πήσσει. ὡς δ' ὅτε τις Τυρίοιο πολύχροος ὑψόθι πέπλου νήματα χρυσοέλικτα περίδρομα πάντοθι βάλλων πῆι μὲν ὅλην περὶ πέζαν ἀρηρότα κόσμον ἑλίσσει, πῆι δὲ καλὸν πέπλοιο περὶ στόμα, πῆι δέ γε χειρῶν ἀμφοτέρων ἔστεψε διήλυσιν· ἀγλαΐη δὲ πάντοθεν εὐλείμων ἐαρόχροα νήματα πέπλου ἀμφὶς ἔχει, χρυσέου δὲ μίτου σέλας ἄλλον ἐπ' ἄλλωι ὄλβον ἐπανθίζων περὶ κάλλεϊ κάλλος ἐγείρει· οὕτω ποικιλοεργὸς ἀνήρ, χλοεροῖσι μετάλλοις μαρμαρυγὴν ἱεροῖο βαλὼν χρυσαυγέα πέτρου, ἀμφοτέροις ἀμάρυγμα φαάντερον εὗρεν ἀνάψαι. ἀντολικὸν δ' ἐπὶ τέρμα, παρ' ἕρκεα σεμνὰ τραπέζης, ἰσθμὸν ἀποτμήξαντο, διήλυσιν ὄφρα κελεύθου ὠκυτέρην τεύξωσι παρερχομένοισιν ὁδίταις. Τοῖα μὲν ἀγλαόδωρος ἐμὸς σκηπτοῦχος ἐγείρει ἔργα θεῶι βασιλῆϊ. πολυστέπτοις δ' ἐπὶ δώροις καὶ σέλας ἀστυόχοιο ἑῆς ἀνέθηκε γαλήνης νηὸν ὕπερ πολύυμνον, ὅπως θεοδέγμονι βουλῆι ἔμπνοον ἱδρύσειε γέρας κοσμήτορι κόσμου, Χριστῶι παμβασιλῆϊ. σὺ δ' ἵλαος ἵλαος εἴης, παμφαὲς ἀχράντου τριάδος σέβας, ἄστεϊ Ῥώμης καὶ ναέταις καὶ ἄνακτι καὶ ἱμεροδερκέϊ νηῶι.