Fragmenta in epistulam ad Galatas (in catenis) 604 Gal 1,16-22 Οὐ προσανεθέμην σαρκί. οὐκ ἀπέκλινα εἰς ἄνεσιν καὶ ἡδυπάθειαν, οὐδ' ὡς μέγα τι κατωρθωκ

 ἔργον εἶχε πολεμεῖν· εἰ γὰρ Πέτρος καλῶς ποιεῖ συγχωρῶν, τί μὴ καὶ σύ; φασίν. τί δὲ καὶ μέμφῃ πικρῶς ἣν οἰκονομίαν καλεῖς; ἔα πράττειν καὶ μὴ ἐπιτίμα·

 μόνον γὰρ οὐχὶ πάντες ἐποίησαν ἅπαντα, ἀλλ' οὐδ' ἔνιοί τινες αὐτῶν ἅπαντα, ἀλλὰ μόλις οἱ ἐπιφανέστεροι αὐτῶν τὰ πλείονα, ὥστε τῷ μὴ πάντα ποιῆσαι κἀκε

 στίγματα Χριστοῦ, ἅμα ἀναμιμνήσκει ὅτι κἀκεῖνος ὑπὲρ ὑμῶν ἔπαθεν· παντὶ οὖν τρόπῳ ἀποστῆναι τοῦ νόμου καὶ ἐστηρίχθαι τῇ πίστει προσῆκεν.

ἔργον εἶχε πολεμεῖν· εἰ γὰρ Πέτρος καλῶς ποιεῖ συγχωρῶν, τί μὴ καὶ σύ; φασίν. τί δὲ καὶ μέμφῃ πικρῶς ἣν οἰκονομίαν καλεῖς; ἔα πράττειν καὶ μὴ ἐπιτίμα· καὶ ὡς ἄν σοι φίλον ὀνόμαζε, εἴτε οἰκονομίαν εἴτε δόγμα καὶ ἀκρίβειαν. ταῦτα ἂν καὶ ἐλογίζοντο καὶ ἔλεγον πρὸς τὸν Παῦλον, εἰ κατ' οἰκονομίαν εἶπε τοὺς περὶ Πέτρον τὴν περιτομὴν καταδέχεσθαι· ψυχὴ γὰρ ἐπτοημένη περί τι, μικρᾶς καὶ τῆς τυχούσης ἀφορμῆς λαβομένη, πλέον αὐτῷ οἰκειοῦται καὶ περιπλέκεται. διὸ σοφῶς ἄγαν ὁ Παῦλος τὸ μὲν τῆς οἰκονομίας ὅλως ἀποσιωπᾷ, δριμέως δὲ καθάπτεται τῆς πράξεως, καὶ ὡς παρανομοῦντας δῆθεν ἐλέγχει τοὺς συγχωρήσαντας, ἵνα τῷ σφοδρῷ τῆς περὶ ἐκείνους ἐπιτιμήσεως τοὺς ἀληθῶς παρανομοῦντας πτοήσῃ καὶ διορθώσηται. διὸ καὶ 607 δοκοῦντας αὐτοὺς καὶ κατεγνωσμένους καὶ ὑποκρινομένους καὶ μὴ ὀρθοποδοῦντας οὐ παραιτεῖται καλεῖν, ἵνα μόνον τὸ τοῦ Χριστοῦ κήρυγμα βεβαιώσῃ. οὕτως ἀλλήλοις ὑπὲρ τοῦ κηρύγματος ἐθάρρουν, καὶ τηλικούτῳ ἐδέδεντο συνδέσμῳ ὡς δεῆσαν, ἂν οὕτω τύχῃ, διὰ τῆς ἀλλήλων καταγνώσεως τὸν τοῦ κηρύγματος κραταιοῦσθαι λόγον, μηδὲ τοῦτο παραιτεῖσθαι. καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, σκόπει· Παῦλος διὰ τῶν ἐπιστολῶν καταγινώσκει Πέτρου, καὶ Πέτρος διὰ τῆς ἐπιστολῆς ἐγκωμιάζει Παῦλον, καὶ τὰς ἐπιστολὰς σοφίας θεοῦ καὶ χάριτος ταύτας εἶναι μαρτυρεῖ πλήρεις, καὶ τοὺς ἀστηρίκτους τὸν ἐν αὐταῖς κεκρυμμένον νοῦν οὐ συνιέναι ἀλλὰ καὶ διαστρέφειν ἀναβοᾷ ἄλλως δὲ καὶ Παῦλος ὑπὲρ τοῦ κηρύγματος ταῦτα περὶ Πέτρου λέγων, κατὰ πολὺ πλέον ἑαυτοῦ περιέπει τοῦτον καὶ τιμᾷ. τί γάρ ἐστιν εἰς λόγον ὕβρεως τὸ δοκεῖν καὶ μὴ ὀρθοποδεῖν πρὸς τὸ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ; Gal 3,4 Τοσαῦτα ἐπάθετε εἰκῇ; εἴγε καὶ εἰκῇ. ἀλλὰ μὴ καὶ ἐπιζημίως; εἰκῇ μὲν γάρ ἐστι τὸ μηδὲν μήτε προσλαβεῖν μήτε ἀποθέσθαι, ὁ δὲ ἐναρξάμενος πνεύματι καὶ διὰ τοῦτο πολλοῖς περιπεσὼν πειρασμοῖς, εἶτα μεταβαλλόμενος, οὐ μόνον εἰκῇ ἔπαθεν ἅπερ ἔπαθεν, ἀλλὰ καὶ ἐπιζημίως, ἀπολέσας ἃ ἀπέκειτο αὐτῷ διὰ τὰς ὑπὲρ Χριστοῦ θλίψεις καὶ τοὺς πειρασμοὺς ἔπαθλα. Gal 3,15 Ὅμως ἀνθρώπου κεκυρωμένην. καλῶς κεκυρωμένην φησίν· ὅρκῳ γὰρ ἐκεκύρωτο. ἀκριβῶς δὲ τὸ κεκυρωμένην φησίν· ἡ γὰρ ἄκυρος καὶ μετατίθεται, ὥσπερ ὁ νόμος αὐτὸς εἰς τὸ εὐαγγέλιον. Gal 3,17 Οἱ τετρακόσιοι τριάκοντα χρόνοι συνάγονται οὕτως· ἀπὸ οεʹ ἔτους Ἀβραὰμ ἕως ρʹ ψηφίζεται ἔτη κεʹ, Ἰσαὰκ ἔτη ξʹ, Ἰακὼβ ἔτη εʹ, Ἰωσὴἔτη ριʹ, ἐν Αἰγύπτῳ ἔτη ρμδʹ, ὁμοῦ ἔτη υλʹ. Gal 3,-21 Ὁ δὲ θεὸς εἷς ἐστιν. ὁ δὲ θεὸς εἷς ἐστιν ὁ καὶ τὸν νόμον καὶ τὸ εὐαγγέλιον δούς, καὶ μεσιτεύσας καὶ ἀποκαταλλάξας τῷ πατρί, τοῦτ' 608 ἔστιν ὁ αὐτός ἐστιν ὅς ἐστι Χριστός. εἰ γὰρ καὶ δύο τὰ μεσιτευόμενα, ἀλλ' ὁ μεσίτης εἷς ἐστιν· εἷς γὰρ καὶ ὀφείλει εἶναι. Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ θεοῦ; μὴ γένοιτο. ἀντίθησιν λύει· ἥρπασε γάρ, φαῖεν ἄν τινες, ὁ νόμος τὸ δικαίωμα τῶν ἐπαγγελιῶν καὶ γέγονε κατ' αὐτῶν. ἀλλὰ μὴ γένοιτο· εἰ μὲν γὰρ ἠδύνατο ζωοποιεῖν, εἰκότως ἄν τις ἐνόμιζε κατὰ τῶν ἐπαγγελιῶν ἐκτεθεῖσθαι καὶ τὸ ἐκείνων δικαίωμα ὑφαρπάσαι ἅτε αὐτὸν ἰσχύοντα δικαιῶσαι. ἐπεὶ δὲ οὐδὲν τοιοῦτον ἰσχύει ποιῆσαι, οὔτε ζωοποιῆσαι οὔτε δικαιῶσαι, δῆλον ὅτι οὐκ ἐδόθη κατὰ τῶν ἐπαγγελιῶν· αὗται γὰρ τὸ οἰκεῖον ἐπιδείξονται δικαίωμα σώζουσαι καὶ δικαιοῦσαι τὸν ἐκ πίστεως. καὶ ὅρα σοφίαν· ὅπερ γὰρ ἄν τις ἕτερος εἰς διαβολὴν τοῦ νόμου προήνεγκεν, ὅτι οὐ ζωοποιεῖ οὐδὲ δικαιοῖ, τοῦτο αὐτὸς εἰς ἀπολογίαν ἐγκλήματος καὶ εἰς ἐγκώμιον συνεστήσατο. διὰ τοῦτο γάρ, φησίν, ὁ νόμος οὐ γέγονε κατὰ τῶν ἐπαγγελιῶν, ὅτι μηδὲ σώζειν μηδὲ δικαιοῦν ἴσχυσεν. οὐ μόνον δὲ οὐ γέγονε κατ' αὐτῶν, ἀλλά γε τρόπον τινὰ καὶ συνήργησε καὶ ὑπηρετήσατο αὐταῖς· δι' ὧν γὰρ οὐκ ἔσωσεν οὐδὲ ἐδικαίωσεν, ἐπὶ τὴν πίστιν καταφυγεῖν προετρέψατο· δι' ὧν δὲ ἐπὶ τὴν πίστιν συνήλασεν, τὰς ἐπαγγελίας τελειωθῆναι συγκατειργάσατο. Gal 3,22 Ἀλλὰ συνέκλεισεν ἡ γραφή. ὁ νόμος, φησίν, οἱονεὶ περιέλαβε καὶ περιέκλεισε πάντας εἰς ἁμαρτίαν, ἁμαρτωλοὺς ἀπέδειξεν. πῶς; εἶπε γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις τοῦ ποιῆσαι αὐτά. τοῦτο δὲ ἀδύνατον· οὐ