Fragmenta in epistulam ad Galatas (in catenis) 604 Gal 1,16-22 Οὐ προσανεθέμην σαρκί. οὐκ ἀπέκλινα εἰς ἄνεσιν καὶ ἡδυπάθειαν, οὐδ' ὡς μέγα τι κατωρθωκ

 ἔργον εἶχε πολεμεῖν· εἰ γὰρ Πέτρος καλῶς ποιεῖ συγχωρῶν, τί μὴ καὶ σύ; φασίν. τί δὲ καὶ μέμφῃ πικρῶς ἣν οἰκονομίαν καλεῖς; ἔα πράττειν καὶ μὴ ἐπιτίμα·

 μόνον γὰρ οὐχὶ πάντες ἐποίησαν ἅπαντα, ἀλλ' οὐδ' ἔνιοί τινες αὐτῶν ἅπαντα, ἀλλὰ μόλις οἱ ἐπιφανέστεροι αὐτῶν τὰ πλείονα, ὥστε τῷ μὴ πάντα ποιῆσαι κἀκε

 στίγματα Χριστοῦ, ἅμα ἀναμιμνήσκει ὅτι κἀκεῖνος ὑπὲρ ὑμῶν ἔπαθεν· παντὶ οὖν τρόπῳ ἀποστῆναι τοῦ νόμου καὶ ἐστηρίχθαι τῇ πίστει προσῆκεν.

μόνον γὰρ οὐχὶ πάντες ἐποίησαν ἅπαντα, ἀλλ' οὐδ' ἔνιοί τινες αὐτῶν ἅπαντα, ἀλλὰ μόλις οἱ ἐπιφανέστεροι αὐτῶν τὰ πλείονα, ὥστε τῷ μὴ πάντα ποιῆσαι κἀκεῖνοι ὑπὸ κατάραν καὶ ἁμαρτίαν ἦσαν. ἅπαντες ἄρα συγκεκλεισμένοι ἐτύγχανον εἰς τὴν ἁμαρτίαν. διὸ ἐκ μόνης πίστεως δύνανται τυχεῖν τῆς ἐπαγγελίας· ἐκ γὰρ τοῦ νόμου μᾶλλον καὶ εἰς ἁμαρτίαν συνελαθέντες ἀπεδείχθησαν ἅπαντες. Gal 4,4 Γενόμενον ὑπὸ νόμον. οὕτω γὰρ ὑπὸ νόμον ἐγένετο, ὅτι καὶ περιετμήθη, ἵνα, φησί, τοὺς ὑπὸ νόμον ὄντας καὶ τὴν κατάραν αὐτοῦ ἐξαγοράσῃ τῷ σταυρῷ καὶ τῷ ὅλως ὑπὸ νόμον γενέσθαι. 609 Gal 4,15 Τίς οὖν ἦν ὁ μακαρισμός; τίς ἦν; οὐκ ἐρωτῶντός ἐστιν, ἀλλ' οἷον θαυμάζοντος καὶ ἐπαίροντος τὴν τότε πίστιν αὐτῶν καὶ τὸν ἐπὶ ταύτης μακαρισμόν. τίς ἦν; ἡλίκος ἦν, φησί, θαυμαστός; ἡλίκου μακαρισμοῦ ἐξεπέσετε; ἢ κατ' ἐρώτησιν· τίς ἦν; ἀναμνήσθητε, φησί, τίς ἦν ὁ μακαρισμὸς ὑμῶν· λίαν γὰρ ἐμακάριζον, νῦν δὲ τί ἐλέγχω; διὰ τοῦτο μισοῦμαι. διὰ τί δὲ ἐλέγχω; διὰ τὴν σωτηρίαν ὑμῶν. ἐπεὶ εἰ μὴ τοῦτο ἦν, πῶς ἂν μηδεμίαν ἄλλην παρασχόντων πρόφασιν ὑμῶν, ὁ ἐπαινῶν καὶ μακαρίζων εἰς τὸ ψέγειν ἦλθον; Gal 4,23 Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης. μὴ οὖν τὸ κατὰ σάρκα εἶναι ὑμᾶς συγγενεῖς τοῦ Ἀβραάμ, τοῦτο φυσιούτω καὶ πειθέτω ὅτι καὶ τῆς ἐπαγγελίας ἔσεσθε κληρονόμοι. μᾶλλον δὲ αὐτὸ τοῦτο διδασκέτω, ὅτι εἰ μὴ γένησθε τέκνα κατ' ἐπαγγελίαν τοῦ Ἀβραάμ, τοῦτ' ἔστι μέλη καὶ σύσσωμοι Χριστοῦ οὗτος γὰρ ἐξ ἐπαγγελίας σπέρμα τοῦ Ἀβραάμ ἔξω ἐστὲ τῆς ἐπαγγελίας. Gal 4,25 Τῇ νῦν Ἱερουσαλήμ, οἷον τῇ ἐνταῦθα τῇ ἐπὶ γῆς, ὥστε τῆς ἄνω καὶ ἐλευθέρας ἄμφω διεστήκασιν. Gal 5,16-17 Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν. ἀντίκειται ἡ ἀρετὴ τῇ κακίᾳ, ἵνα μὴ τῆς κακίας ἐρεθισάσης εὐθέως ὥσπερ ἀπόλυτον καὶ ἀχαλίνωτον καὶ ἐπὶ πρανοῦς φέρηται τὸ σαρκικὸν θέλημα πρὸς τὴν ἁμαρτίαν. πάλιν ἀντίκειται τῇ ἀρετῇ ἡ κακία, ἵνα μὴ τῆς ἀρετῆς ἡ ἐργασία ἀταλαίπωρος πάντη καὶ ἄμισθος εἴη, καὶ οἷον ἐκ φύσεως καὶ ἐξ ἀνάγκης ἡμῖν συγκεκληρωμένη, καὶ ὡς μόνῳ τῷ διανοηθῆναι κατορθουμένη χωρὶς σπουδῆς ἁπάσης καὶ ἀγωνίσματος. αὐτὸς δὲ συντόμως αὐτό φησιν· ἵνα μὴ ἅπερ ἂν θέλητε, ταῦτα ποιῆτε. μήτε τὰ κακά, φησίν, εὐχερῶς ὅλως καὶ ἀκωλύτως, μήτε τὰ ἀγαθὰ ῥᾳδίως πάντη καὶ ὀλιγώρως· τὰ γὰρ οὕτω πραττόμενα οὐδ' ἀγαθὰ ἂν εἴη. Gal 5,24 Ἔστι δὲ τὸ οἱ δὲ καὶ ἀντὶ τοῦ οὗτοι δὲ ἐξακοῦσαι περισπῶντας τὴν οἵ· οὗτοι δέ εἰσιν οὓς εἶπον, οἵτινες τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν καὶ ἑξῆς. 610 Gal 6,2 Καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον. ὁ γὰρ τοῦ Χριστοῦ νόμος ὁ διὰ τῶν ἔργων τοιοῦτος ἐδείχθη· αὐτὸς γὰρ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβεν καὶ τὰς νόσους ἐβάστασεν. καὶ ἡ ὑπερβολή, ὅτι καὶ σταυρὸν καὶ θάνατον ὑπὲρ ἡμῶν κατεδέξατο. Gal 6,4 Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος. εἰ γάρ τις τὸ ἑαυτοῦ ἔργον δοκιμάζοι καὶ ἑαυτὸν ἐρευνᾷ ἀκριβῶς, μᾶλλον εἰς ἑαυτὸν ἕξει τὸ καύχημα καὶ οὐχὶ καθ' ἑτέρου, τοῦτ' ἔστι καθ' ἑαυτοῦ ἕξει τὸ καύχημα, οἷον ἑαυτοῦ καταγνώσεται καὶ οὐχὶ ἑτέρων. ἢ εἰς ἑαυτὸν ἕξει τὸ καύχημα, τοῦτ' ἔστιν αὐτὸς ἑαυτὸν ἐλαττούμενον καὶ ἐνδεῶς ἔχοντα βλέπων, ἑαυτὸν μέμψεται καὶ τῆς ἑτέρων ἀποστήσεται καταγνώσεως, εἰδὼς ἑαυτὸν οὐδὲ τὴν αὐτὴν ἀεὶ πολιτείαν αὐτοῦ διαφυλάττοντα, ἀλλὰ καὶ ταύτης ἐσθ' ὅτε διαπίπτοντα. Gal 6,9 Ἢ μὴ ἐκλυόμενοι, τοῦτ' ἔστι μὴ ἀποναρκῶντες μηδὲ τῆς ἀγαθοεργίας ἀφιστάμενοι, ἀλλὰ μέχρι βίου σύντονον τὸν πνευματικὸν σπόρον καταβαλλόμενοι· τῶν γὰρ εἰς τέλος ἀγωνιζομένων ἐστὶν ὁ στέφανος. Gal 6,17 Μηδείς μοι κόπους παρεχέτω. μηδείς με πρὸς ἀπολογίαν ὧν πράττω ἐκκαλείτω. ἔχω γὰρ καὶ σιγῶν μείζονα τὴν διὰ τῶν ἔργων ἀπολογίαν· τὰ γὰρ στίγματα τοῦ Χριστοῦ, τοῦτ' ἔστι αἱ ὑπὲρ Χριστοῦ πληγαὶ καὶ οὐλαί, αὐτὰ βοῶσιν, καὶ τὸν ὑπὲρ αὐτοῦ δρόμον καὶ ζῆλον καὶ τὸ ἀνυπόκριτον καὶ καθαρὸν καὶ ἀνυπόστολον τοῦ κηρύγματος. Ἢ μηδείς μοι κόπους παρεχέτω. μέχρι τίνος θλίψεις μοι καὶ κόπους, φησί, σαλευόμενοι παρέχετε; δυσωπήθητε εἰ καὶ μή τι ἄλλο, ἀλλ' οὖν τὰ στίγματα τοῦ Χριστοῦ ἃ δι' ὑμᾶς καὶ διὰ τὸ εἰς ὑμᾶς κήρυγμα ἐν τῷ σώματι περιφέρω. εἰπὼν δὲ