1

 2

 3

2

ἀκριβείαι τὸν ὕμνον πρῶτον ἔσται τῶι λόγωι· διὸ μενέτω τὴν ἑσπέραν καὶ τὸν ἐκλάμψοντα λύχνον τῶν θυρῶν τοῦ ὑπερώιου. Ἀλλὰ προέλαβε τῆι παραδόξωι τι κινήσει, ὅτι φοβεῖ τοὺς θεατάς. τὰ δὲ μέσα ταῦτα σκοπῶμεν ὡς ἔχει. καλκοῖ τινες ἀετοὶ πρὸς ἕνα στοῖχον ἑστᾶσι ταῖς ὑποκειμέναις ὥραις ἴσον ἔχοντες ἀριθμόν. στεφανηφοροῦσι δὲ πάντες, οὐ κορυφὴν ἐστεμμένοι οὐδὲ νίκην δηλοῦντες ἰδίαν· ἄκροι δὲ ποδῶν ὄνυχες εἰς ταὐτὸν ἐλθόντες συνέχουσι τοὺς στεφάνους καραδοκοῦντος ἑκάστου τὸν ὑπ' αὐτῶν Ἡρακλέα, πηνίκα τῶν ἐπικειμένων ἐξίοι θυρῶν παραλ λάξαντος αὐτὰς τοῦ πρὸ τούτων ἑστῶτος Ἡλίου. βαδίζει γὰρ οὗτος μετρῶν τὴν ὥραν κινήσει. ὡς δὲ τούτων ἄρχων βασιλικὸν ἀνείληφε σχῆμα, λαιᾶι μὲν χειρὶ τὸν πόλον ἀνέχων, ἀνατάσει δὲ δεξιᾶς ἀφεῖναι κελεύων τὰς θύρας ὥσπερ οἱ τοὺς ἵππους ἐξιέναι τῶν βαλβίδων κελεύοντες. καραδοκῶν οὖν ἐφέστηκεν ἀετός, ὁπότε τῶν ἐπικειμένων ὁ τοῦ ∆ιὸς Ἡρακλῆς ἐξίοι θυρῶν ὥραν ἀγγέλλων, ὁ μὲν πρῶτος τὴν πρώτην, πρὸς δὲ τὸν ἀριθμὸν οἱ λοιποί. δώδεκα μὲν γὰρ ὧραι, πᾶσαι δέ εἰσιν Ἡρακλῆς, οὐκ ἀργὸς μὰ ∆ία καὶ πράττων οὐδέν· ἀργεῖν γὰρ ὅλως οὐ φίλον ἦν Ἠρακλεῖ. οἱ πάλαι δὲ ἆθλοι καὶ νῦν ἔργον αὐτῶι οὐκ Εὐρυσθέως ἔτι, ἀλλὰ τέχνης ἀνάγκηι· συνδιήιρηται δὲ τοῖς ἄθλοις διττὴν ἑξάδα πληρῶν. Πρῶτον οὖν ἀγώνισμα λέων καὶ ἡ Νεμέα χωρίον αὐτῶι. ἀνεῖλε καὶ τὴν ὕδραν, εἰ καὶ φιλονείκοις ἐπημύνετο κεφα λαῖς. ἠρυθρία δὲ νικῆσαι κάπρον, ἀλλ' ὅμως ἐνίκα. χρυσᾶ ἐλάφωι ἐπεφύκει τὰ κέρα, καὶ γέγονεν Ἡρακλεῖ. ἀλλὰ μὴν ὄρνιθες ἐλύπουν τὴν καρδίαν καὶ ἔργον ἦσαν τοῦ τόξου. οὐδὲ τὰς Ἀμαζόνας ἀκεραίους ἀφῆκεν, εἰ μὲν ζωστῆρά τινα ζητῶν, οὐκ ἂν εἴποιμι· ἐμίσει δὲ γυναῖκας "ἀντιανείρας" ἀκούων. Αὐγείαν κόπρος ἐλύπει· καὶ ταύτης ἐλεύθερος ἦν. ἡ δὲ Κρήτη ταῦρον μὲν εἶχε δεινόν, ἀλλ' οὐχ ὤστε νικᾶν Ἡρακλέα. τί δ' ἂν εἴποις ∆ιομήδους τὰς ἵππους; οὐ μέχρι τούτου φονικαί τε ἦσαν καὶ ἴσαι θηρίοις; ἀλλὰ καὶ Γηρυόνης ἐκόμα βουσί, καὶ τρεῖς αὐτῶι κεφαλαί· μετὰ δὲ τῶν βοῶν οἶμαι καὶ ταύτας ἀφήιρητο· οὐδὲ τὸν Ἄιδην ἀφῆκεν ἀπείρατον ἀρετῆς πρὸς τὸν ἐνταῦθα κύνα μάχην ἀράμενος καὶ δείξας ἡλίωι τὸ τέρας. ἔδει καὶ μήλων χρυσῶν Εὐρυσθεῖ πρὸς ἐσχατιὰν κειμένων τῆς γῆς· Ἑσπερίδων μὲν τὰ μῆλα, δράκων δὲ φύλαξ ἦν οὐ φορητὸς ἐς ἀλκήν. ἀλλ' ὁ μὲν ἔκειτο βληθείς, τὰ δὲ μῆλα ἦν Εὐρυσθεῖ. ταῦτα Ἡρακλέους ἔργα καὶ πόνοι, ἐντεῦθεν ὧραι καὶ στέφανοι καὶ χαλκὸς παρὰ φύσιν ἐπτερωμένος. Τὰς οὖν χαλκᾶς ἀπωσαμένωι θύρας καὶ σὺν ἄθλωι φανέντι ἐφέπεται μὲν ἄνωθεν ἀετός, πτέρυγάς τε ἁπλώσας καὶ ποσὶν ἀμφοτέροις ἴσον ἴσηι κεφαλῆι τὸν στέφανον ἐπιφέρων· βραχὺ δὲ διατρίβει καθάπερ ἀπολαύων ἡρωϊκῆς κεφαλῆς· εἶτα τοῦτον ἀφεὶς Ἡρακλεῖ καὶ διαστήσας τὼ πόδε μετεωρίζεταί τε καὶ ὃν εἶχε τόπον λαγχάνει, ταῖς πλευραῖς ἐπιθεὶς τὰ πτερὰ καὶ συναγαγὼν αὖθις ἐφ' ἑαυτόν, θήραν διδοὺς ἀγαθήν, ἀλλ' οὐ συνῆλθε λαχών. πρός γε μὴν τοὺς στεφάνους προκύπτει μὲν Ἡρακλῆς, ὡς ἂν ὁρῶιτο πᾶσιν ὡς ἐν μέσωι σταδίωι, κἆτα πρὸς ἰδίαν ἐτράπετο χώραν, οὗπερ ἐπόθει τυχών. ἀετὸς δὲ τῶι στεφάνωι διακονεῖ, ὅτε Ζεὺς μὲν Ἡρακλέους πατήρ, ἀετὸς δὲ ὄρνις ∆ιός. ὡς οὖν ἐξ οὐρανοῦ καὶ πατρὸς μισθὸν ἱδρώτων στεφανοῖ νενικηκότα τῆι μνήμηι τοῦ πάθους· καὶ ὑπερίπταται καὶ κρατεῖ τῶν ὀρνέων, καθάπερ οὗτος ὑψοῦτο τῆι φήμηι· οὐ δεῖται δὴ κήρυκος ἀναγορεύοντος τοὺς στεφάνους. ἐν ἑτέρωι δὲ τόπωι μέσην ἐπέχοντι χώραν μεγάλωι τε καὶ καταπλήττειν εἰδότι καὶ προβεβλημένωι τῶν ἄλλων οὔπω μὲν ἴουλον ἕλκει, ἕστηκε δὲ γυμνός, πλὴν ὅσα τῶν ὤμων ἐξῆπται κατόπιν ἡ λεοντῆ, ἀνέχει δὲ τῆι λαιᾶι ἠχεῖον. τοῦτο καλεῖται λέων, ἔφησεν ὁ τεχνίτης· ἐκ μέσου δὲ κρέμαται καὶ σαλεύει· καθώπλισται δὲ κορύνηι τὴν δεξιὰν ἀντιδιδοὺς καὶ τῆς ἐκείνου βοῆς, ἀνατείνει τε ταύτην καὶ δίδωσι πληγὴν τῶι χαλκῶι· ὁ δὲ μετέωρός τε ὢν καὶ τοσαύτηι ῥώμηι πληγεὶς βοᾶι τε μέγα καὶ παρατείνει τὸν ἦχον. ἐφ' ἑνὶ μὲν οὖν ἄθλωι μία πληγή, ἐφ' ὥραι δὲ δευτέραι διττή. συλλέγει γὰρ ἐφ' ἑκάστηι καὶ τῶν φθασάντων ἄθλων τὸν ἀριθμόν, μέχρι πληρώσας· ὡσαύτως ἕξ, μὴ αὐξήσας ταῦτα