1

 2

 3

3

πλήθει τὴν ἀκοὴν ἀποκναίοι, τὴν ἑβδόμην πρώτην ἡγεῖται καὶ μίαν ἠχεῖ, εἶτα καὶ δύο καὶ ἑξῆς, μέχρι τὰς ἄλλας ὑποσημαίνων τοσαῦτα φωνήσειεν ὁ χαλκὸς εἰς ἑξάδα δευτέραν ὅσα δεῖ. ἐπὶ μεῖζον δ' ἀκούεται ἢ καὶ πάρεστι θέα. πόρρω δὲ λαχοῦσι τὴν στάσιν εἰδέναι τοῦ χρόνου τὸ μέτρον. ἅπασι ῥάιδιον. Ἀκούει δὲ καὶ Πάν· δηλοῖ δὲ τοῦτον εἶναι δασύ τε γένειον καὶ κέρας ἐν μετώπωι διττόν. ἐς ἔρωτα δ' Ἠχοῦς ἔπεσεν, ἥπερ εἰς γέλωτα παιδιαῖς ἐδίδου τὸν Πᾶνα. ποθῶν δὲ τὴν Ἠχὼ αἰσθάνεται τοῦ χαλκοῦ καὶ ἐκπλαγεὶς ἀνατείνει τὴν δεξιὰν καὶ περιφέρει τὸ πρόσωπον, εἴ πως ἴδοι τὴν κόρην στροφὰς στρεφόμενος, ὁποίας ἔρως ἀτυχῶν ἐμποιεῖ. εἴποις δ' ἂν αὐτὸν καὶ τὸν Ἡρακλέα θαυμάζειν, ὁπόσος καὶ οἷος. Ἔδει δὲ Πανὸς παρόντος μηδὲ Σατύρους ἀπεῖναι. ἐπιγελῶσι δὲ καὶ κωμικῶς μέσον εἰληφότες τὸν Πᾶνα, πρόσωπον ὁρῶντες ἐρωτικόν τε καὶ ἄγριον καὶ ἦθος κεκραμένον, ἥμερόν τε καὶ ἀπηνές. ἀλλ' οὗτοι μὲν ὑπὲρ κεφαλῆς τοῦ νεώ, καθ' ὃν ὁ τῆς Ἀλκμήνης ὁρᾶται γυμνός. Ὁ δὲ τοῦ Τυδέως στάσιν λαχὼν δεξιὰν ἦν ἄρα καὶ νῦν τῆι σάλπιγγι φίλος· ἐπιβοᾶι γὰρ Ἡρακλεῖ πρὸς ἆθλον ἔσχατον ἐλθόντι, καθάπερ ἐν Σκύρωι τὸν Πηλέως εὑρών. τοσοῦτον γὰρ ἦισε καὶ τότε μετρῶν ἴσας ἡμέραι. Οἰκέτης δέ τις ἀκούσας λουτροῦ φέρει παρασκευὴν τῶι δεσπότηι, ὡς εἰκός, ἤδη τῶν ὄψων ἡτοιμασμένων. ἃ δὴ φέρων ἄλλος ἐξ ἀγορᾶς ἀρχομένης ἡμέρας ἐπείγεται. ἐοίκατον δὲ ἄμφω δυσκόλωι δεσπότηι διακονεῖν· οὐ γὰρ ἂν τοσοῦτος ὑπῆρχεν ὁ δρόμος. Καὶ ποιμὴν δὲ ἐκεῖνος τὴν ἐναντίαν στάσιν λαχὼν παραδοὺς τῆι λαιᾶι ποιητικῶς εἰπεῖν τὴν καλαύροπα ἥδεταί τε καὶ μειδιᾶι καὶ ἀνυψοῖ πρὸς θαῦμα τὴν δεξιάν. Ἀλλὰ ταύτηι μὲν ἀμφὶ τοῖς ἄθλοις ἦχος καὶ θαῦμα καὶ σάλπιγξ. Ἀναλαβὼν δὲ τὸν δωδέκατον τῶν ἄνωθεν ἀγώνων ὁ σοφὸς οὑτοσὶ μείζονι τοῦτον δίδωσιν Ἡρακλεῖ. Τοξότης μὲν οὗτος ὑπὸ τῶι ∆ιομήδει σταθείς, ὁ δὲ ἆθλος μῆλα πάλιν χρυσᾶ. βέλος μὲν οὖν οὗτος ἐπέθηκε τῆι νευρᾶι ἑλκομένηι μὲν ἐπὶ μαστὸν χειρὶ δεξιᾶι, τῆς εὐωνύμου δὲ τὸ τόξον ὠθούσης τὸ μέσον ἀμφοῖν τῶι βέλει τόσον μῆκος προκυπτούσης ἔξω τῆς προβεβλημένης ἀκίδος. πρὸς ἀκριβῆ δὲ θέαν συνάγει τὸ βλέμμα ἐπὶ λεπτοῦ σκοποῦ μέλλων ἀφεῖναι τὸ βέλος ...