1

 2

 3

2

Ἀλλ' ἐνταῦθα αὐτὸν ἄνθρωπον ὀνομάσας, ἑτέρωθι προσαγορεύει Θεόν. "Προσδεχόμε νοι γὰρ, φησὶ, τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφά νειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ." Ἀλλαχοῦ δὲ ἀμφότερα κατὰ ταυ- τὸν τίθησιν· "Ἐξ ὧν γὰρ, φησὶν, ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας. Ἀμήν." Καὶ τὸν αὐτὸν καὶ ἐξ Ἰουδαίων κέκληκε, κατὰ σάρκα, καὶ ἐπὶ πάντων Θεὸν, ὡς Θεόν. Οὕτως ὁ προφήτης Ἡσαΐας εἰρηκώς· "Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· οὗτος τὰς ἀνο μίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται·" ἐπήγαγε μετ' ὀλίγα· "Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;" Τοῦτο δὲ οὐκ ἀνθρώπινον, ἀλλὰ θεῖον. Οὕτω διὰ τοῦ Μιχαίου φησὶν ὁ Θεός· "Καὶ σὺ, Βηθλεὲμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος." Καὶ τῷ μὲν εἰπεῖν, "Ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος," τὴν τῆς ἐνανθρω πήσεως οἰκονομίαν ὑπέδειξε· τῷ δὲ προσθεῖναι, "Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος," παρ εδήλωσε πρὸ τῶν αἰώνων τὴν ἐκ τοῦ Πατρὸς γεννη θεῖσαν θεότητα. Ταῦτα παρὰ τῆς θείας διδαχθέντες Γραφῆς, καὶ τοὺς ἐν διαφόροις διαλάμψαντας τῆς Ἐκκλησίας δι δασκάλους ταῦτα φρονοῦντας εὑρόντες, ἄσυλον φυ λάττειν, ὃν παρελάβομεν, σπουδάζομεν κλῆρον· καὶ ἕνα μὲν προσκυνοῦμεν Υἱὸν τοῦ Θεοῦ, ὡς ἕνα Θεὸν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα· σαρκὸς μέντοι καὶ θεότητος τὸ διάφορον ἐπιστάμεθα. Καὶ ὥσπερ τοὺς εἰς δύο υἱοὺς μερίζοντας τὸν ἕνα Κύ ριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἔξω βαίνειν φαμὲν 83.1437 τῆς ὑπὸ τῶν ἁγίων ἀποστόλων τετριμμένης ὁδοῦ, οὕτω καὶ τοὺς μίαν λέγοντας γεγενῆσθαι φύσιν τὴν θεότητα τοῦ Μονογενοῦς καὶ τὴν ἀνθρωπότητα, εἰς τὸν ἕτερον κρημνὸν ἀποκλίνειν φαμέν.

Ταῦτα φρονοῦμεν, ταῦτα κηρύττομεν ὑπὲρ τούτων ἀγωνιζόμεθα τῶν δογμάτων. Ὅτι δὲ συκοφαντοῦσιν οἱ δύο λέγοντες πρεσβεύειν ἡμᾶς υἱοὺς, βοᾷ τῶν πραγμάτων ἡ μαρτυρία· τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι τὴν ἐκτεθεῖ σαν ἐν Νικαίᾳ πίστιν διδάσκομεν· καὶ τὸ τῆς παλιγ γενεσίας ἐπιτελοῦντες μυστήριον, βαπτίζομεν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, ἑνικῶς ἑκάστην προσηγο ρίαν προσφέροντες, καὶ μέντοι καὶ ταῖς ἐκκλησίαις διηνεκῶς λειτουργοῦντες, δοξάζειν εἰώθαμεν τὸν Πα τέρα, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα· οὐχ υἱοὺς, ἀλλ' Υἱόν. Εἰ τοίνυν δύο φαμὲν υἱοὺς, τίς ὁ παρ' ἡμῶν δοξαζόμενος, καὶ τίς ὁ μένων ἀγέραστος; Οὐ γὰρ εἰς τοσοῦτον μανίας ἐληλάκαμεν, ὥστε δύο μὲν λέγειν υἱοὺς, μηδεμιᾶς δὲ τιμῆς τὸν ἕτερον ἀξιοῦν. ∆ήλη τοιγαροῦν κἀντεῦθεν ἡ συκοφαντία γεγένη ται· ἡμεῖς γὰρ ἕνα προσκυνοῦμεν Υἱὸν μονογενῆ τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον· τὴν ἁγίαν δὲ Παρθένον Θεοτόκον ἀποκαλοῦμεν, ἐπειδὴ τὸν Ἐμμανουὴλ γεγέννηκεν, ὃς ἑρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός. Ὁ δὲ περὶ τοῦ Ἐμμανουὴλ προαγορεύσας προφήτης μετ' ὀλίγα πάλιν τοιαῦτα περὶ αὐτοῦ γέγραφεν, ὅτι "Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς, σύμ βουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος." Εἰ δὲ Θεὸς ἰσχυρὸς τὸ τεχθὲν ὑπὸ τῆς Παρθένου προσηγόρευται βρέ φος, εἰκότως ἄρα ἡ τεκοῦσα Θεοτόκος ὠνόμασται· μετέλαχε γὰρ ἡ τεκοῦσα τῆς τοῦ τεχθέντος τιμῆς, καὶ ἔστιν ἡ Παρθένος καὶ μήτηρ, ὡς ἀνθρώπου, τοῦ ∆εσπότου Χριστοῦ, καὶ δούλη πάλιν, ὡς ∆εσπότου καὶ Ποιητοῦ καὶ Θεοῦ. ∆ιὰ ταύτην τῶν φωνῶν τὴν διαφορὰν καὶ ἀπάτωρ ὑπὸ τοῦ θεσπεσίου Παύλου καὶ ἀμήτωρ καλεῖται καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέ λος ἔχων. Ἀπάτωρ μὲν γάρ ἐστι κατὰ τὸ ἀνθρώ πινον· ἐκ μόνης γὰρ, ὡς ἄνθρωπος, ἐτέχθη μητρός· ἀμήτωρ δέ ἐστιν, ὡς Θεός· ἐκ μόνου γὰρ ἐκ τῶν αἰώνων ἐγεννήθη Πατρός· καὶ ἀγενεαλόγητος πάλιν ὡς Θεὸς, ἀλλὰ καὶ γενεαλογεῖται ὡς ἄνθρω πος. "Βίβλος