1

 2

 3

3

γὰρ, φησὶ, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ ∆αβὶδ, υἱοῦ Ἀβραάμ." Γενεαλογεῖ δὲ αὐτὸν καὶ Λουκᾶς ὁ θεσπέσιος.

Οὕτω πάλιν, ὡς Θεὸς, ἀρχὴν ἡμερῶν οὐκ ἔσχε, πρὸ γὰρ τῶν αἰώνων γεγέννηται· οὔτε μὴν ζωῆς τέλος ἔχει, ἀθάνατον γὰρ ἔχει καὶ ἀπαθῆ τὴν φύσιν. Ὡς δὲ ἄνθρωπος καὶ ἀρχὴν ἔσχεν ἡμερῶν· ἐπὶ γὰρ Αὐγούστου Καίσαρος ἐγεννήθη· καὶ ζωῆς τέλος ἔσχεν· ἐπὶ γὰρ Τιβερίου Καίσαρος ἐσταυρώθη. Ἀλλὰ νῦν, ὡς ἔφην, καὶ τὴν ἀνθρωπείαν φύσιν ἀθάνατον ἔχει, καὶ ὡς ἀνελήφθη πάλιν ἥξει 83.1440 κατὰ τὴν τῶν ἀγγέλων φωνήν. "Οὗτος γὰρ, ἔφησαν, ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πο ρευόμενον εἰς τὸν οὐρανόν." Ταύτην ἡμῖν τὴν διδασκαλίαν οἱ θεῖοι προφῆται προσήνεγκαν, ταύτην ὁ τῶν ἁγίων ἀποστόλων χορός· ταύτην οἱ κατὰ τὴν ἑῴαν καὶ τὴν Ἑσπέραν διαπρέ ψαντες ἅγιοι· Ἰγνάτιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τὴν ἀρχιερω σύνην δεξάμενος, καὶ ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολο γίας θηρῶν γενόμενος ἀγρίων βορά· Εὐστάθιος ὁ μέγας, ὁ τῆς συναθροισθείσης συνόδου πρωτεύσας καὶ διὰ τὸν θερμὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον τὴν ὑπερ ορίαν οἰκήσας. Ταύτην Μελέτιος ὁ πάνυ μετὰ τῶν ἴσων παθημάτων ἐκήρυξε· τρὶς γὰρ καὶ αὐτὸς ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐξηλάθη τῆς ποίμνης· ταύτην Φλαβιανὸς ὁ τὸν ἐκεῖ θρόνον διακοσμήσας· ταύτην Ἐφραῒμ ὁ θαυμάσιος τὸ τῆς θείας χάριτος ὄργανον, τῇ Σύρων γλώττῃ χρησάμενος, ἀνάγραπτον ἡμῖν τὴν ὠφέλειαν κατέλιπε. Ταῦτα Κυπριανὸς ὁ πανεύφημος ὁ τὴν Καρχηδόνα καὶ τὴν Λιβύην ἅπασαν κυβερνήσας, καὶ τὸν διὰ πυρὸς ὑπὲρ Χριστοῦ καταδεξάμενος θάνατον· καὶ ∆άμασος ὁ τὴν μεγάλην Ῥώμην ἰθύνας, καὶ Ἀμβρόσιος ὁ Μεδιολάνου τὸν θρόνον κοσμήσας, τῇ Ῥωμαίων γλώττῃ καὶ κηρύτ τοντες καὶ συγγράφοντες διετέλεσαν. Ταῦτα τῆς Ἀλε ξανδρέων οἱ μεγάλοι φωστῆρες, Ἀλέξανδρος καὶ Ἀθανάσιος, καὶ ὁμοφρονοῦντες, τοὺς παρὰ πάντων ᾀδομένους κινδύνους ὑπέμειναν.

Ταύτην καὶ οἱ τῆς βασιλευούσης πόλεως μεγάλοι διδάσκαλοι τὴν πόαν τοῖς ποιμνίοις προσήνεγκαν, Γρηγόριος ὁ λαμπρὸς τῆς εὐσεβείας συνήγορος, Ἰωάννης ὁ τῆς οἰκουμένης διδάσκαλος, Ἀττικὸς ὁ τὴν ἐκείνων προεδρίαν καὶ διδασκαλίαν δεξάμενος. Τούτοις Βασίλειος ὁ φανό τατος τῆς εὐσεβείας λαμπτὴρ, καὶ Γρηγόριος ὁ τοὺς αὐτοὺς ἐκείνῳ γεννήτορας αὐχήσας, καὶ Ἀμφι λόχιος ὁ δι' ἐκείνου τῆς ἀρχιερωσύνης τὸ δῶρον λαβὼν, οὐ μόνον τοῖς ἐπ' αὐτῶν ἀνθρώποις τὴν διδα σκαλίαν προσήνεγκαν, ἀλλὰ καὶ ἡμῖν διὰ τῶν συγ γραμμάτων τὴν ὠφέλειαν κατέλιπον. Ἀλλὰ γὰρ ἐπι λείψει με ἡ ἡμέρα Πολύκαρπον καὶ Εἰρηναῖον, καὶ Μεθόδιον, καὶ Ἱππόλυτον, καὶ τοὺς ἄλλους τῆς Ἐκκλησίας διδασκάλους ἀπαριθμούμενον. Συντόμως τοίνυν φαμὲν, ὡς ἡμεῖς τοῖς θείοις λογίοις ἀκολου θοῦμεν καὶ τούτοις ἅπασι τοῖς ἁγίοις. ∆ιὰ γὰρ τῆς τοῦ Πνεύματος χάριτος εἰς τὸ τῆς θεοπνεύστου Γρα φῆς καταδύντες βάθος, αὐτοὶ δὲ τὴν αὐτῆς διάνοιαν ἔγνωσαν, καὶ τοῖς μαθεῖν βουλομένοις δήλην ταύτην ἀπέφηναν. Οὐδὲ γὰρ ἡ διαφορὰ τῶν γλωττῶν διαφορὰν δογμάτων εἰργάσατο· κρουνοὶ γὰρ ἦσαν τῆς τοῦ θείου Πνεύματος χάριτος, ἐκ μιᾶς πηγῆς τὸ νᾶμα δεχόμενοι.