Ὑμᾶς μὲν δίκαιόν ἐστι, τοὺς ἀκμάζοντας ἐν πάσῃ δυνάμει κατὰ τὸν ἔσω ἄνθρωπον, πρὸς τοὺς ἐναντίους τῆς ἀληθείας διαγωνίζεσθαι καὶ μὴ κατοκνεῖν πρὸς τοὺ

 Ἔστι δὲ οὐ μικρὸς οὗτος ὁ λόγος ὃν προέτεινας ἡμῖν οὐδὲ τοιοῦτος ὡς ὀλίγην φέρειν ζημίαν, εἰ μὴ τῆς προσηκούσης ἐξετάσεως τύχοι. ἀνάγκη γὰρ ἐκ τῆς βία

 Ὁ μὲν οὖν λόγος, καθὰ προέφην, πολὺ τὸ δυσμεταχείριστον ἔχει: ἡμεῖς δέ, εἰ μέν τι τοιοῦτον εὕροιμεν, δι' οὗ τὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθήσετα

 Τί δήποτε τοίνυν ἐν τῇ καθ' ἡμᾶς συνηθείᾳ καθ' ἕνα τοὺς ἐν τῇ φύσει τῇ αὐτῇ δεικνυμένους ἀπαριθμήσαντες πληθυντικῶς ὀνομάζομεν, τοσούσδε λέγοντες τοὺς

 Φαμὲν τοίνυν πρῶτον μὲν κατάχρησίν τινα συνηθείας εἶναι τὸ τοὺς μὴ διῃρημένους τῇ φύσει κατ' αὐτὸ τὸ τῆς φύσεως ὄνομα πληθυντικῶς ὀνομάζειν καὶ λέγειν

 Δοκεῖ μὲν οὖν τοῖς πολλοῖς ἰδιαζόντως κατὰ τῆς φύσεως ἡ φωνὴ τῆς θεότητος κεῖσθαι καὶ ὥσπερ ὁ οὐρανὸς ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν τοῦ κόσμου στοιχείων ἰδί

 Ἀλλ' οὔπω τις ἐρεῖ πρὸς τὸ ζητούμενον βλέπειν τὴν κατασκευὴν τοῦ λόγου. οὐδὲ γὰρ εἰ δοθείη κοινὴ τῆς φύσεως ἡ κλῆσις τῆς θεότητος εἶναι, ἤδη τὸ μὴ δεῖ

 Ἐπειδὴ μετρίως ἡμῖν ἐκ τῆς κατασκευῆς ἀπεδείχθη οὐ φύσεως ἀλλ' ἐνεργείας εἶναι τὴν φωνὴν τῆς θεότητος, τάχα ταύτην ἄν τις αἰτίαν εὐλόγως εἴποι τοῦ πλη

 Ἐπειδὴ γὰρ εἷς ὁ τῆς ἐποπτικῆς τε καὶ θεατικῆς δυνάμεως λόγος ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἐκ μὲν τοῦ πατρὸς ο

 Εἰ δὴ πᾶν ἀγαθὸν πρᾶγμα καὶ ὄνομα τῆς ἀνάρχου δυνάμεώς τε καὶ βουλῆς ἐξημμένον ἐν τῇ δυνάμει τοῦ πνεύματος διὰ τοῦ μονογενοῦς θεοῦ ἀχρόνως καὶ ἀδιαστά

 μάχεσθαι δὲ πρὸς τοὺς ἀντιλέγοντας μὴ δεῖν ἐνέργειαν νοεῖν τὴν θεότητα οὐ πάνυ τι τῶν ἀναγκαίων μοι δοκεῖ, ὡς πρὸς τὴν παροῦσαν τοῦ λόγου κατασκευήν.

 Πλὴν εἰ τοῦτο τοῖς ἐναντίοις ἀρέσκοι, τὸ μὴ ἐνεργείας ἀλλὰ φύσεως εἶναι τὴν σημασίαν, ἐπαναδραμούμεθα πρὸς τὸν ἐξ ἀρχῆς λόγον, ὅτι τὸ τῆς φύσεως ὄνομα

 ὥσπερ τοίνυν πολλοὶ μὲν οἱ χρύσεοι στατῆρες, χρυσὸς δὲ εἷς, οὕτω καὶ πολλοὶ μὲν οἱ καθ' ἕκαστον ἐν τῇ φύσει τοῦ ἀνθρώπου δεικνύμενοι, οἷον Πέτρος καὶ

 Καὶ μακρὸν ἂν εἴη τὰς σολοικοφανεῖς τοῦ λόγου συντάξεις ἐκ τῆς γραφῆς καταλέγειν εἰς τὴν τῶν εἰρημένων ἀπόδειξιν: ἐν οἷς δὲ κίνδυνός ἐστι βλαβῆναί τι

 Εἰ δέ τις συκοφαντοίη τὸν λόγον ὡς ἐκ τοῦ μὴ δέχεσθαι τὴν κατὰ φύσιν διαφορὰν μίξιν τινὰ τῶν ὑποστάσεων καὶ ἀνακύκλησιν κατασκευάζοντα τοῦτο περὶ τῆς

 Αἴτιον δὲ καὶ ἐξ αἰτίου λέγοντες οὐχὶ φύσιν διὰ τούτων τῶν ὀνομάτων σημαίνομεν (οὐδὲ γὰρ τὸν αὐτὸν ἄν τις αἰτίας καὶ φύσεως ἀποδοίη λόγον), ἀλλὰ τὴν κ

 Ἐπειδὴ τοίνυν τὰς μὲν ὑποστάσεις ἐπὶ τῆς ἁγίας τριάδος ὁ τοῦ αἰτίου διακρίνει λόγος, τὸ μὲν ἀναιτίως εἶναι τὸ δὲ ἐκ τοῦ αἰτίου πρεσβεύων, ἡ δὲ θεία φύ

The argument which you state is something like this:—Peter, James, and John, being in one human nature, are called three men: and there is no absurdity in describing those who are united in nature, if they are more than one, by the plural number of the name derived from their nature. If, then, in the above case, custom admits this, and no one forbids us to speak of those who are two as two, or those who are more than two as three, how is it that in the case of our statements of the mysteries of the Faith, though confessing the Three Persons, and acknowledging no difference of nature between them, we are in some sense at variance with our confession, when we say that the Godhead of the Father and of the Son and of the Holy Ghost is one, and yet forbid men to say “there are three Gods”? The question is, as I said, very difficult to deal with: yet, if we should be able to find anything that may give support to the uncertainty of our mind, so that it may no longer totter and waver in this monstrous dilemma, it would be well: on the other hand, even if our reasoning be found unequal to the problem, we must keep for ever, firm and unmoved, the tradition which we received by succession from the fathers, and seek from the Lord the reason which is the advocate of our faith: and if this be found by any of those endowed with grace, we must give thanks to Him who bestowed the grace; but if not, we shall none the less, on those points which have been determined, hold our faith unchangeably.

Ὁ μὲν οὖν λόγος, καθὰ προέφην, πολὺ τὸ δυσμεταχείριστον ἔχει: ἡμεῖς δέ, εἰ μέν τι τοιοῦτον εὕροιμεν, δι' οὗ τὸ ἀμφίβολον τῆς διανοίας ἡμῶν ἐρεισθήσεται, μηκέτι πρὸς τὸ διλήμματον τῆς ἀτοπίας ἐπιδιστάζον καὶ κραδαινόμενον, εὖ ἂν ἔχοι: εἰ δὲ καὶ ἀτονώτερος ἐλεγχθείη τοῦ προβλήματος ὁ ἡμέτερος λόγος, τὴν μὲν παράδοσιν ἣν παρὰ τῶν πατέρων διεδεξάμεθα φυλάξομεν εἰς ἀεὶ βεβαίαν τε καὶ ἀκίνητον, τὸν δὲ συνήγορον τῆς πίστεως λόγον παρὰ τοῦ κυρίου ζητήσομεν: ὃς εἰ μὲν εὑρεθείη παρά τινος τῶν ἐχόντων τὴν χάριν, εὐχαριστήσομεν τῷ δεδωκότι τὴν χάριν: εἰ δὲ μή, οὐδὲν ἧττον ἐπὶ τῶν ἐγνωσμένων τὴν πίστιν ἀμετάθετον ἕξομεν.