1

 2

 3

1

Doctrina ad monachos

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

∆ιδασκαλία πρὸς μοναχοὺς πραοτέρα, πνευματική. Τὸν πιστεύοντα τῷ Κυρίῳ, καὶ προσιόντα ἑαυ τῷ, καὶ ἐπὶ τέλειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρότερον ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ ἀφέλκοντας τοῖς ὀφειλομένοις κατὰ πολλοὺς λόγους εὐπαθεῖν τῷ Κυρίῳ ἡμῶν, κἂν ἀλογοφάνειρος εἶναι δοκῶ σοι. Ἀδύνατον γὰρ τὸν ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου πραγματείαις ἢ φροντίσι, δοῦναι αὐτὸν τῇ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων δουλεύσει, οὐχ ὅτι μαθητευθῆναι τῷ Κυρίῳ· οὐ πρότερον εἰπόντι τῷ νεανίσκῳ, «∆εῦρο ἀκολούθει μοι,» ἕως ἂν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα καὶ δοῦναι πτωχῷ· ἀλλὰ οὐ δὲ τὸ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι «Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου.» Ὁ γὰρ μήποτε λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ κατα λυθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ καὶ κρα τούμενος ὑπὸ τῆς ἐν αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ τῷ ἀπαράβατον ἀπόφασιν δεδω κότι τὸ εἰπεῖν· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα.» Μαρτυρεῖ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ὅτι «ὁ δοῦλος τῆς ἁμαρτίας, ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης.» Καὶ πάλιν ὁ Κύριος· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,» καὶ τὰ ἑξῆς· δι' ὧν ἐδίδαξε, καὶ ἔδειξεν ὁριστίζων, καὶ εἰ πὼν, ὅτι οὔτε οἱ περὶ τὴν ὄντως ἀναγκαίαν τοῦ ζῇν μέριμναν ἐνεχόμενοι, δουλεύειν δύνανται, οὐχὶ τόδε μαθητεύειν, ὅ τι ἔμαθεν Ἀπόστολος πλατύτερον θεω ρήσας· εἶπε γάρ· «Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνο μίας, καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος, τίς δὲ συμ φώνησις Χριστοῦ πρὸς Βελίαδ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου, τίς δὲ συγκατάθεσις ναῷ μετὰ εἰδώ λου;» Καὶ πάλιν ὁριστίζει· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε.» Ῥυσθῆναι δεῖ πρότερον τοῦ καταδυ ναστοῦ τοῦ διαβόλου ἐνάγοντος ἐπὶ τὴν ἁμαρτίαν τὸν ὑπ' αὐτῆς κρατούμενον. Ἔφαμεν βούλεσθαι δὲ ἄρα καὶ πότε ἀπαρνησάμενον πάντα τὰ παρόντα καὶ ἑαυ τὸν, τῆς δὲ προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα μαθητευθῆναι τῷ Κυρίῳ, καθὸ αὐτὸς εἴρηκεν· «Εἴ τις ἐλεύσεται πρὸς μὲ, ἀπαρνησάσθω αὐτὸν, καὶ ἀρά τω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι,» ὅπερ ἐστὶ μαθητής μου ἐνταῦθα. Οὐ μόνον δὲ τῶν ὑπαρχόντων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων καταφρονεῖν προσ 28.1424 τασσόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμέ νων καὶ κατὰ φύσιν καὶ νόμον δικαίων καθηκόντων ὑπερφρονεῖν παιδευόμεθα, τοῦ Κυρίου λέγοντος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Ὁμοίως καὶ τὸ λοιπὸν ἐγγυτάτω οἰκεῖ, δῆλον δὲ ὅτι πολὺ ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. ∆ιὸ παρακαλῶν μεγάλως ἀοργετουμένοις ἐν καρτε ρίᾳ τοὺς τῆς ἀσκήσεως πόνους, ἐν μηδενὶ δεδιότας τὰς καθ' ἡμῶν τοῦ ἐχθροῦ μεθόδους. Παράγει τοῦτο σχῆμα τοῦ κόσμου τούτου. Καὶ ταῦτα ἡ ἀπάτη, καὶ θλίψις τοῦ βίου τούτου πρόσκαιρός ἐστι καὶ ὀλιγο χρόνιος, ἡ δὲ τῷ Θεῷ δουλεύειν, ζωὴ αἰώνιος, ἀΐδιος καὶ ἀθάνατος, ποῦ ἀναμένομεν οἱ τῷ Χριστῷ δουλεύ οντες· δι' ἣν καὶ ἀπεταξάμεθα τῷ κόσμῳ, καὶ πά σαις ταῖς ἐπιθυμίαις αὐτοῦ. Καὶ οὐκ ὀφείλομεν μνη μονεύειν ἐκεῖνα, ἅπερ διὰ τὴν ἐντολὴν ταύτην κατ ελείψαμεν, ἵνα μὴ πάλιν τὰ πρόσκαιρα ποθήσαντες, τὴν αἰώνιον ζωὴν ἀποβαλώμεθα. Ἀψευδὴς γὰρ ὁ εἰ πὼν ὅτι «πᾶς ὃς ἀφῆκεν οἰκίαν,» καὶ τὰ λοιπὰ, «ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν