1

Epistula ad Afros episcopos

ΤΩΝ ΚΑΤ' ΑΙΓΥΠΤΟΝ ΚΑΙ ΛΙΒΥΗΝ ΕΠΙΣΚΟΠΩΝ ΕΝΕΝΗΚΟΝΤΑ ΚΑΙ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΚΑΤΑ ΑΡΙΑΝΩΝ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΗ ΑΦΡΙΚΗ

ΤΙΜΙΩΤΑΤΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ Ἱκανὰ μὲν τὰ γραφέντα παρά τε τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ ἡμῶν ∆αμάσου, τοῦ ἐπισκόπου τῆς μεγάλης Ῥώμης, καὶ τῶν σὺν αὐτῷ τοσούτων συνελθόντων ἐπισκόπων· οὐδὲν δὲ ἧττον καὶ τὰ τῶν ἄλλων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ τῇ Ἰταλίᾳ περὶ τῆς ὑγιαινούσης πίστεως, ἣν ὁ μὲν Χριστὸς ἐχαρίσατο, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν, καὶ οἱ Πατέρες παραδεδώκασιν οἱ ἐν τῇ Νικαίᾳ συν ελθόντες ἀπὸ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης. Τοσαύτη γὰρ γέγονε τότε σπουδὴ διὰ τὴν Ἀρειανὴν αἵρεσιν, ἵνα οἱ μὲν πεπτωκότες εἰς αὐτὴν ἀνασπασθῶσιν, οἱ δὲ ἐφευρόντες ἔκδηλοι γένωνται. Ταύτῃ γοῦν καὶ πάλαι πᾶσα ἡ οἰκουμένη συμπεφώνηκε, καὶ νῦν δὲ πολλῶν συνόδων γενομένων, ὑπομνησθέν τες πάντες οἵ τε κατὰ τὴν ∆αλματίαν, καὶ ∆αρδανίαν, καὶ Μακεδονίαν, Ἠπείρους τε καὶ τὴν Ἑλλάδα, καὶ Κρήτην, καὶ τὰς ἄλλας νήσους, Σικελίαν τε καὶ Κύπρον, καὶ Παμφυλίαν, Λυκίαν τε καὶ Ἰσαυρίαν, καὶ πᾶσάν τε τὴν Αἴγυπτον καὶ τὰς Λιβύας, καὶ πλεῖστοι τῶν ἐν τῇ Ἀραβίᾳ ταύτην ἐπέγνωσαν· καὶ ἐθαύμασάν τε τοὺς ὑπογράψαντας, ὅτι, εἰ καί τι περιελέλειπτο παρ' αὐτοῖς ἐκτῆς ῥίζης τῶν Ἀρειανῶν ἄνω φύουσα πικρία, Αὐξέντιόν φαμεν καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς, διὰ τῶν γραμμάτων τούτων ἐξεκόπησαν καὶ ἀπελεί φθησαν. Ἱκανὰ μὲν οὖν τὰ ἐν τῇ Νικαίᾳ ὁμολογηθέντα, καὶ αὐτάρκη, καθὰ προείπομεν, πρός τε ἀνατροπὴν πάσης ἀσεβοῦς αἱρέσεως, καὶ πρὸς ἀσφάλειαν καὶ ὠφέλειαν τῆς ἐκκλησιαστικῆς διδασκαλίας. Ἐπειδὴ δὲ ἠκούσαμεν, ὅτι τινὲς, βουλόμενοι μάχεσθαι 26.1032 πρὸς αὐτὴν, ὀνομάζειν ἐπιχειροῦσι σύνοδόν τινα ὡς ἐν Ἀριμήνῳ γενομένην, καὶ φιλονεικοῦσι ταύτην μᾶλλον ἢ ἐκείνην κρατεῖν· ἀναγκαῖον ἡγησάμεθα γράψαι καὶ ὑπομνῆσαι ὑμᾶς, ἵνα μὴ ἀνέχησθε τῶν τοιούτων· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ πάλιν τῆς Ἀρειανῆς αἱρέσεως παραφυάς. Οἱ γὰρ τὴν κατ' αὐ τῆς σύνοδον γενομένην παραιτούμενοι (ἔστι δὲ ἡ ἐν Νικαίᾳ γενομένη), τί ἕτερον βούλονται, ἢ τὰ Ἀρείου κρατεῖν; Τίνος οὖν ἄξιοι οἱ τοιοῦτοι ἢ Ἀρειανοὶ μὲν καλεῖσθαι, τῆς αὐτῆς δὲ ἐπιτιμίας ἐκείνοις μετασχεῖν; οἳ μήτε τὸν Θεὸν ἐφοβήθησαν λέγοντα· Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου· καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· οἳ μήτε τοὺς Πατέρας ᾐδέσθη σαν, παραγγείλαντας ἀνάθεμα εἶναι τοὺς τὰ ἐναντία φρονοῦντας τῆς ὁμολογίας αὐτῶν. ∆ιὰ τοῦτο γὰρ καὶ οἰκουμενικὴ γέγονεν ἡ ἐν Νι καίᾳ σύνοδος, τριακοσίων δέκα καὶ ὀκτὼ συνελθόντων ἐπισκόπων περὶ τῆς πίστεως διὰ τὴν Ἀρειανὴν ἀσέβειαν· ἵνα μηκέτι κατὰ μέρος προφάσει πίστεως γίνωνται· ἀλλὰ, κἂν γένωνται, μὴ κρατῶσι. Τί γὰρ ἐκείνῃ λείπει, ἵνα καινότερα ζητήσῃ τις; Πλήρης ἐστὶν εὐσεβείας, ἀγαπητοί· αὕτη πᾶσαν τὴν οἰκουμένην πεπλήρωκε. Ταύτην ἔγνωσαν καὶ Ἰνδοὶ, καὶ ὅσοι παρὰ τοῖς ἄλλοις βαρβάροις εἰσὶ Χριστιανοί. Οὐκοῦν μάταιος ὁ κάματος τοῖς κατ' αὐτῆς πολλά κις ἐπιχειρήσασιν. Ἤδη γὰρ οἱ τοιοῦτοι δέκα καὶ πλέον που συνόδους πεποιήκασι, καθ' ἑκάστην μεταβαλλόμενοι, καὶ τὰ μὲν ἀπὸ τῶν πρώτων ἀφαιροῦντες, τὰ δὲ ταῖς μετὰ ταῦτα ἐναλλάσσοντες καὶ προστιθέντες. Καὶ ὤνησαν οὐδὲν μέχρι νῦν γράφοντες, ἐξαλείφοντες, βιαζόμενοι, οὐκ εἰδότες, ὅτι Πᾶσα μὲν φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐράνιος, ἐκριζωθήσεται τὸ δὲ ῥῆμα τοῦ Κυρίου τὸ διὰ τῆς οἰκουμενικῆς συνόδου ἐν τῇ Νικαίᾳ γενόμενον μέ νει εἰς τὸν αἰῶνα. Ἄν τε γὰρ ἀριθμὸν ἀριθμῷ τις