Epistulae ad Castorem
ΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ ΚΑΣΤΟΡΑ ΤΟΝ ΜΑΚΑΡΙΟΤΑΤΟΝ ΠΕΡΙ ΤΩΝ ΚΑΝΟΝΙΚΩΝ ΤΩΝ ΚΟΙΝΟΒΙΩΝ
∆ΙΑΤΥΠΩΣΕΩΝ. Ἐπειδή μοι προσέταξας, μακαριώτατε πάτερ Κάστορ, γνωρίσαι σοι τὰς κανονικὰς διατυπώσεις τῶν κοινοβίων τῶν ἀνατολικῶν, καὶ μάλιστα τῶν Αἰγυπτίων, ὧν αὐτόπτης γέγονα· εἴξας ἐγὼ τῇ ὑμετέρᾳ κελεύσει, τοῦτον ὡς ἐν ὀλίγῳ τὸν λόγον ὑμῖν ἀπ έστειλα· ἵνα ἔχωσιν ἐφόδιον πρὸς ἀρετὴν οἱ συνει λεγμένοι σὺν Θεῷ ἐν τῷ νέῳ σου μοναστηρίῳ, τοὺς τῶν μακαρίων ἀνδρῶν κανόνας τε καὶ ἄλλους. Ἀναγ καῖον τοίνυν πρὸ πάντων περὶ προσευχῆς τῆς πάν των αἰτίας τῶν ἀγαθῶν διηγήσασθαι, ὅπως τε, καὶ μετὰ πάσης τῆς καταστάσεως ἐν τοῖς κατὰ τὴν Αἴ γυπτον μάλιστα καὶ Θηβαΐδα κοινοβίοις ταύτην ἐπι 28.852 τελοῦσι. Συναγομένων γὰρ αὐτῶν ἐπὶ τὸ αὐτὸ κατὰ τὸν καιρὸν τῆς συνάξεως, ἡνίκα τελειωθῇ ὁ ψαλμὸς, οὐ παραχρῆμα πρὸς γονυκλισίαν ὁρμῶσιν, ἀλλὰ πρὶν ἢ τὰ γόνατα κάμψαι, πρὸς ὀλίγον ἱστάμενοι, καὶ τὰς χεῖρας ἐκτεταμένας ἔχοντες, εὔχονται· καὶ μετὰ ταῦτα χαμαὶ προσπίπτοντες, καὶ πρὸς ὀλίγον πάλιν ἐν τῇ γονυκλισίᾳ εὐχόμενοι πάντες, ἐν τῷ ἅμα ἐγεί ρονται· καὶ πάλιν τὰς χεῖρας διαπετάσαντες, ἐκτε νέστερον καὶ ἐπιτεταμένως τὰς ἱκεσίας ἀποπληροῦ σιν, οὐδενὸς γόνυ κλίνοντος, ἢ ἐκ τῆς γονυκλισίας ἀνισταμένου, ἕως ἂν ὁ ποιῶν αὐτοῖς τὴν εὐχὴν, κλίνῃ πρῶτος, ἢ ἀναστῇ πρῶτος. Καθὰ τοίνυν εἴρηται, ὅτε τὰς προειρημένας συνάξεις ἐπιτελέσαι συνέρχονται, σιωπὴ τοσαύτη παρέχεται ὑπὸ πάντων, ὡς νομισθῆ ναι μηδένα ἄνθρωπον ἐν τῇ τοσαύτῃ τῶν ἀδελφῶν ἀναριθμήτῳ πληθύϊ παρεῖναι, ἐξαιρέτως ἐν τῷ καιρῷ τῶν προσευχῶν, ὅτε οὔτε πτύσμα προσέρχεται, οὔτε βὴξ ἠχεῖται, οὐκ ἀκηδία, οὐ νυσταγμὸς, οὐ χάσμα, οὐ στεναγμοὶ μετ' ἤχου ἀναπέμπονται. Τὸν γὰρ ἐν χαυνότητι διανοίας μετὰ κραυγῆς τὰς εὐχὰς ἐπιτελοῦντα, δισσῶς ἁμαρτάνειν λέγουσι· πρῶτον μὲν ὡς ῥᾳθύμως εὐχόμενον, δεύτερον δὲ ὡς ἀπαιδεύτῳ τῇ φωνῇ τὴν τοῦ πλησίον ἀκοὴν κατακτυποῦντα, καὶ διασκεδάζοντα τὴν διάνοιαν, συνεπιτιθεμένων καὶ τῶν πονηρῶν πνευμάτων, οἳ, ἐπειδὴ ἂν ἴδωσιν ἡμᾶς εἰς προσευχὴν ἱσταμένους, λογισμοῖς ἀπρεπέσι καὶ ἀκηδίᾳ τὴν ψυχὴν καταβαρύνουσι. Καὶ τούτου χάριν τοὺς ψαλμοὺς οὐ μετὰ θορύβου καὶ ταραχῆς σπεύ δουσιν ἐκτελεῖν, οὐδὲ τῷ πλήθει τῶν στίχων, ἀλλὰ τῇ τῆς διανοίας νοήσει εὐφραίνονται, ἐκείνῳ τῷ λο γισμῷ κατακολουθοῦντες τῷ φάσκοντι· «Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ·» ὠφελιμώτερον γὰρ ἔχουσι τὸ δέκα στίχους μετὰ συνέσεως ψάλλειν, ἢ ὅλον τὸ ψαλτήριον μετὰ συγχύσεως διανοίας. Τελειωθέντων δὲ τῶν ψαλμῶν καὶ τοῦ κανόνος, οὕτως ὡς ἀνωτέρω ἐμνημονεύσαμεν, οὐδεὶς τῶν ἀδελφῶν κἂν πρὸς ὀλίγον στῆναι, ἢ ὁμιλῆσαι μετ' ἄλλου τολμᾷ· ἀλλ' οὐδὲ τοῦ κελλίου προελθεῖν, ἢ τὸ ἔργον καταλιπεῖν, ὃ μετὰ χεῖρας ἔχουσιν, ἀποστολι κὸν πληροῦντες παράγγελμα, εἰ μή πού γε χρεία γέ νηται πρὸς καθῆκόν τινος ἀναγκαίου ἔργου πάντας συνεισελθεῖν, ὅπερ οὕτω μετὰ σπουδῆς καὶ ἐξερχό μενοι πληροῦσιν, ὡς μηδεμίαν ὁμιλίαν μεταξὺ αὐ τῶν ἀνακύπτειν, ἀλλ' ἕκαστον προσέχοντα τῇ μελέτῃ τῆς διανοίας καὶ τῷ ψαλμῷ, πληροῦντες τὸ προτε ταγμένον. Μεγάλῃ δὲ σπουδῇ φυλάττουσι, μή τις μετὰ ἄλλου, καὶ μάλιστα ἀρχαρίου, ἀπολειφθῇ τῶν ἀδελ φῶν ἰδιάζων πού ποτε, ἢ τὰς ἰδίας χεῖρας ἐκτείνας τολμήσῃ κατασχεῖν ἢ περιπλακῆναι ἑτέρῳ. Εἰ δέ τις παραβαίνων τὸν κανόνα τοῦτον εὑρεθῇ, ἐπιτιμίῳ βα ρυτάτῳ ὑποβάλλεται Περὶ μὲν οὖν τοῦ κανονικοῦ τρόπου τῶν τε εὐ χῶν καὶ τῶν ψαλμῶν, ὃς ὀφείλει ἐν ταῖς
1