Sermo de patientia

 κληρονομίαν τῶν πατέρων, ὡς ὁ γενναῖος Ναβουθὲ, τηρήσωμεν, ὃς ἠπειλήθη ὑπὸ Ἀχαὰβ λαβεῖν τὸν αὐ τοῦ ἀμπελῶνα εἰς κῆπον λαχάνων· μὴ ὑποδεξάμενος δὲ, ἀνῃ

 αὐτοῦ τοῦτον ἀντὶ ἀργυρίου ἀπέδοντο, καὶ τὴν τούτου τιμὴν διεμερί σαντο. Ὁρᾶτε τὴν τοσαύτην ἀδικίαν τῶν ἀνδρῶν τούτων. Αὐτὸς δὲ ἐμακροθύμησεν ὁ δίκαιο

 μονόφθαλμοι ἐγένοντο. Ἀλλ' ἡ τοῦ Θεοῦ γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ 26.1305 Σωτῆρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ

 πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχάνουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ ∆αυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατ

Sermo de patientia

1 ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ, ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ.

Ὁ ἡμέτερος διδάσκαλος Παῦλος παραγγέλλει, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ Θεῷ. Κοινὸν μὲν τὸ παράγγελμα, μᾶλλον δὲ ἐπαγγέλλει τοῖς ἁγιωσύνην ἀσκοῦσιν. Ἡ παρθένος τὴν μὲν φύσιν ἐστὶν ὁμοία ταῖς ἄλλαις γυναιξὶ, τῇ δὲ προθέσει τὴν φύσιν ὑπερβᾶσα. Καὶ τῷ ἁγίῳ ἁγίως προσελθεῖν θελήσασα, εἰ μὲν κατορθοῖ ἐνταῦθα, θαῦμα μέγα ἀπηνέγκατο· εἰ δὲ προθεμένη οὐκ ἐτελείωσεν, ἐξαίσιον τὸ τοιοῦτον πτῶμα γεγένηται· καὶ γὰρ χαλεπώτερόν ἐστιν ἀπὸ ὑψηλοτέρων πεσεῖν, ἢ ἀπὸ τῶν χαμαὶ καταπίπτειν. Καὶ ὅσῳ μεγάλη ἐστὶν ἡ ἐπαγγελία, τοσούτῳ χείρων ἡ πτῶσις. Ἡ γὰρ ἐπαγγελία ὑπερβαίνει τὴν φύσιν, καὶ εἰς τὸν οὐρανὸν αὐτὴν ἀνα φέρει, καὶ μετὰ ἀγγέλων χορεύειν αὐτὴν κατασκευάζει. Ἐντεῦθεν ἤδη τῇ πολιτείᾳ, ὥς φησι καὶ ὁ Σωτὴρ τῷ ἀξιώματι τούτῳ μαρτυρῶν, ὅτι μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν ὁ βίος ἐστὶ, φησὶν, ἡ προσδοκία τῶν ἀνθρώπων. Καὶ πάλιν λέγει, ὅτι Οἱ καταξιωθέντες τῆς ἀναστάσεως τῶν μελλόντων ἀγαθῶν οὔτε γαμοῦ σιν οὔτε γαμίσκονται. Ὃ τοίνυν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ταῖς ἐπαγγελίαις ἀπόκειται, τοῦτο προλα βοῦσα ἥ τινων προαίρεσις, ἔχει καὶ κέκτηται. Οἱ γὰρ ἅγιοι, οἵτινες τὸν λογισμὸν ἔχουσιν ἀνατεταμένον πρὸς τὸν Θεὸν, καὶ ἐσθίοντες ἐκ τῆς οὐρανίου τροφῆς, ἡγήσαντο ὡς φυλακὴν τὸν κόσμον τοῦτον, καὶ τὰ σώματα αὐτῶν εἰς μαρτυρίαν παραδεδώκασι, καὶ τὴν ἰδίαν ψυχὴν τετηρήκασιν ἁγνὴν, ἵνα ὁ Θεὸς οἰκήσῃ ἐν αὐτοῖς. Ὑπέμενον δὲ, ὥσπερ ὁ Κύριος ἡμῶν λέγει, ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ καθάπερ ὁ ψαλμῳδός φησιν· Ἐκοπίασεν εἰς τὸν αἰῶ να, καὶ ζήσεται εἰς τέλος· ὅσοι γὰρ δίκαιοι τὴν ἐλπίδα αὐτῶν ἐν τῷ Θεῷ ἔχουσιν, ἀνάπαυσιν σαρκικὴν οὐκ ἐσχήκασι, χωρίζουσαν αὐτοὺς ἀπὸ τοῦ Θεοῦ· ἀλλ' ἔμενον ἐν κόποις, μὴ δειλιῶντες, οὔτε μὴν διστάζοντες περὶ τῶν θείων ἐπαγγελιῶν· ἀλλ' ὑποδεχόμενοι τὰς θλίψεις ἐλαφρῶς, μνημονεύουσι τοῦ διὰ τοῦ Ἀπο στόλου λέγοντος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ μαρτυρεῖ καὶ περὶ τῶν μὴ προσδεξαμένων τὴν ἀπολύτρωσιν, ὅτι οὐκ ἤθελον ἀναστρέψαντες πάλιν εἶναι ἐν τοῖς οὐρανίοις· ἡμᾶς δὲ οὐ δεῖ εἶναι ἐν τοῖς κοσμικοῖς, ἀλλὰ μεταβῆναι εἰς τὸ συνεῖναι τῷ Θεῷ. Νῦν γὰρ καὶ ὑμεῖς, ἀδελφοὶ ἀγαπητοὶ, μὴ ὀλιγωρήσητε, μηδὲ ὁμοιωθῆτε τῷ λαῷ τῷ κατὰ τὸν και ρὸν Μωϋσέως παραβεβηκότι ἐν ἡμέραις τεσσαράκοντα μόναις, ἐν τῷ αὐτὸν ἀναβαίνειν λαβεῖν τὸν θεῖον νόμον· καὶ ἐκ τούτου ἔνοχοι γεγόνασι, καὶ ἔπεσον ἐν τῇ 26.1300 ἐρήμῳ· ἀλλ' ὁμοιωθῶμεν Μωϋσεῖ ποιήσαντι τεσσαρά κοντα ἡμέρας καὶ νύκτας, νηστεύοντι χωρὶς βρώσεως καὶ πόσεως. Οὐ μόνον ταύτας, ἀλλὰ καὶ ἄλλας τεσσα ράκοντα, ἔχων τήν τε καρδίαν καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν σάρκα κρεμαμένην πρὸς τὸν Θεόν. Μὴ ἐπιθυμήσωμεν ὡς τότε ἐπιθυμηταὶ κρεῶν γενόμενοι, πεσόν τες ἐν τῇ ἐρήμῳ, Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν, ὡς ὁ ψαλμός φησι, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς· ἀλλὰ διατηρήσωμεν τῷ δόντι τὰς ἐντολὰς, ὡς οἱ υἱοὶ Ἰωναδὰβ, οἷς ὁ Θεὸς ἐπηγγείλατο λέγων· Οὐκ ἐκλείψει ἀνὴρ υἱῶν Ἰω ναδὰβ παρεστηκὼς ἐνώπιόν μου πάσας τὰς ἡμέ ρας τῆς ζωῆς αὐτοῦ· οἵτινες οἶκον οὐκ ᾠκοδόμησαν ἑαυτοῖς, οὔτε μὴν ἀμπελῶνας ἐφύτευσαν, καὶ γεγόνασιν εἰς ἔλεγχον τῷ λαῷ. Καὶ ὁ μὲν λαὸς πλῆθος ὢν ᾐχμαλωτεύθη· οὗτοι δὲ, ὀλίγοι ὄντες, ὑπὸ τοῦ Θεοῦ ἐφυλάχθησαν. Καὶ ὑμεῖς τοίνυν, οἵτινες τηρεῖτε τῶν πατέρων τὴν ὁδὸν, λογίζεσθε υἱοὶ υἱῶν Ἰωναδάβ. Τήν τε

1