Commentarii in Lucam (Homilia 3 et 4) (In occursum domini [homilia diversa 12])
ΟΜΙΛΙΑ ΙΒʹ.
Εἰς τὴν ὑπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
77.1040 Πολλὴ μὲν λίαν ἡ σύνοδος, καὶ πρόθυμος ὁ ἀκροατὴς (πλήρη γὰρ
ὁρῶμεν τὴν Ἐκκλησίαν)· οὐ πλού 77.1041 σιος δὲ ὁ μυσταγωγός. Πλὴν ὁ διδοὺς ἀνθρώπῳ στόμα τε καὶ γλῶσσαν, χορηγήσει πάλιν ἡμῖν ἐννοίας ἀγαθάς. Αὐτὸς γὰρ πού φησιν· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ ἐπειδὴ πάντες προθύμως συνήλθετε, τῆς φαιδρότητος τῆς ∆εσποτικῆς ἑορτῆς εἰς τοῦτο συναθροισάσης μετὰ φαιδρῶν τῶν λαμπάδων, φαιδρῶς πανηγυρίσωμεν, καὶ τῆς θεωρίας ἁψώμεθα τῶν τήμερον θεοπρεπῶς πληρωθέντων, πανταχόθεν ἑαυτοῖς τὸ βέβαιον εἰς πίστιν καὶ φιλοθεΐαν συλλέγοντες. Ἴδομεν προβραχέως βρέφος ἐν φάτνῃ κείμενον τὸν Ἐμμανουὴλ, καὶ ἀνθρωπίνως μὲν ἐσπαργανωμένον, ὑμνούμενον δὲ θεϊκῶς παρὰ τῆς τῶν ἁγίων ἀγγέλων στρατειᾶς· οἱ δὲ τὸν τόκον αὐτοῦ τοῖς ποιμέσιν εὐηγγελίζοντο.
Ἐκνενέμηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ, ὡς γέρας ἐξαίρετον, τῶν περὶ αὐτοῦ κηρυγμάτων τὰς ἀπαρχὰς τοῖς ἐν οὐρανῷ. Ἴδομεν δὲ αὐτὸν καὶ τήμερον τοῖς διὰ Μωσέως εἴκοντα νόμοις, μᾶλλον δὲ τὸν νομοθέτην Θεὸν, ὡς ἄνθρωπον, τοῖς ἑαυτοῦ θεσπίσμασιν ὑποκείμενον. Καὶ διὰ ποίαν αἰτίαν, διδάσκει λέγων ὁ σοφώτατος Παῦλος· Ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικὸς, γεννώμενον ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Οὐκοῦν τῆς τοῦ νόμου κατάρας ἐξεπρίατο Χριστὸς τοὺς ὄντας μὲν ὑπὸ νόμον, οὐ μὴν ἔτι καὶ τετηρηκότας αὐτόν. Ἐξεπρίατο δὲ, πῶς; Πληρώσας αὐτόν· καὶ καθ' ἔτερον δὲ τρόπον, ἵνα λύσῃ τῆς ἐν Ἀδὰμ παραβάσεως τὰ ἐγκλήματα, εὐπειθῆ καὶ εὐήνιον πρὸς πᾶν ὁτιοῦν αὑτὸν παραστήσας ὑπὲρ ἠμῶν τῷ Θεῷ καὶ Πατρί. Γέγραπται γὰρ ὅτι, ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί. Ὑφῆκε τοίνυν τῷ νόμῳ μεθ' ἡμῶν τὸν αὐχένα, καὶ τοῦτο πράττων οἰκονομικῶς· ἔπρεπε γὰρ αὐτῷ πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἐπειδὴ γὰρ ὅλως ἔλαβε δούλου μορφὴν, ταύτης ἕνεκα τῆς αἰτίας, ὡς ἐν τοῖς ὑπὸ ζυγὰ τελέσας διὰ τὸ ἀνθρώπινον, συντετέλεκέ ποτε καὶ τοῖς δασμολογοῦσι τὰ δίδραχμα, καίτοι κατὰ φύσιν ἐλεύθερος ὢν καὶ συντελὴς, ὡς Υἱός. Ὅταν οὖν ἴδῃς τηροῦντα τὸν νόμον, μὴ σκανδαλισθῇς, μήτε μὴν ἐν οἰκέταις καταγάγῃς τὸν ἐλεύθερον· ἐννόει δὲ μᾶλλον τῆς οἰκονομίας τὸ βάθος. Ἐνστάσης δὴ οὖν τῆς ὀγδόης, ἐν ᾗ σύνηθες τὴν ἐν σαρκὶ τελεῖσθαι περιτομὴν κατά γε τὸ δοκοῦν τῷ νόμῳ, δέχεται τὸ ὄνομα, τοῦτ' ἔστιν τὸ, Ἰησούς.
Ἑρμηνεύεται δὲ τοῦτο Σωτηρία λαοῦ. Οὕτω γὰρ ἠθέλησεν ὁ Θεὸς καὶ Πατὴρ ὀνομάζεσθαι τὸν ἴδιον Υἱὸν, γεννηθέντα κατὰ σάρκα ἐκ γυναικός· γέγονε τότε δὴ μάλιστα σωτηρία λαοῦ, καὶ οὐχ ἑνὸς μόνου, ἀλλὰ καὶ πολλῶν, μᾶλλον δὲ παντὸς ἔθνους καὶ ἀπάσης τῆς ὑπ' οὐρανόν. Ἐν ταυτῷ τοιγαροῦν τὸ 77.1044 τῆς περιτομῆς ἐτελεῖτο χρῆμα, καὶ τὴν κλῆσιν ἐδέχετο. Καὶ τί τὸ αἴνιγμα, ἢ ποίων μυστηρίων ἡμῖν ἔσται δεικτικὸν τὸ τελούμενον, φέρε δὴ πάλιν ἴδωμεν ἐρευνήσαντες. Ὁ μακάριος ἔφη Παῦλος· Ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν. Ἀλλ' ἔστιν εἰκὸς πρὸς τοῦτό τινας εἰπεῖν· Ἆρ' οὖν τὸ μηδὲν τηρεῖσθαι προστέταχε διὰ τοῦ πανσόφου Μωσέως ὁ τῶν ὅλων Θεὸς, καὶ κόλασιν ἐπαρτήσας τοῖς παραβαίνουσιν