Fragmenta in Canticum canticorum ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΛΕΧΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ

 πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ, ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον, τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν καὶ τὸ

 Ταῦτα πρὸς τὴν τῶν δραματικῶς ἐπαγομένων σαφηνίαν, μέχρι τοῦ, Ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία. Καὶ δῆλον ὡς ἡ νύμφη τοῦ Λόγου ψυχὴ, ἤγουν Ἐκκλη

 Τάχα δὲ καὶ ὁ μὴ κατὰ σάρκα βιοὺς, ἀλλὰ κατὰ πνεῦμα, μηδαμῶς παχυνθεὶς τὴν καρδίαν, τὸ ποικίλον καὶ παντοδαπὸν σῶζον τῆς εὐωδίας, εὐωδίαν ἀπὸ πάντων π

 μαρμαρίνους τεθεμελιωμένους ἐπὶ βάσεις χρυσᾶς. Στύλοι δὲ τῆς Ἐκκλησίας, οἷον Πέτρος καὶ Ἰωάννης, οἳ θεμέλιον τὸν Χριστὸν χρυσὸν λεχθέντα. Μαρμάρινοι δ

Fragmenta in Canticum canticorum ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΛΕΧΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΑ ΑΣΜΑΤΑ ΤΩΝ ΑΣΜΑΤΩΝ

ΑΠΟΣΠΑΣΜΑΤΙΑ

Μῦρον ἐκκενωθὲν ὄνομά σου.

∆ηλοῖ δὲ καὶ τὴν εἰς πάντα τὰ ἔθνη τοῦ Μονογενοῦς κληθεῖσαν ἐπωνυμίαν, καθ' ὃ πάντα τὰ ἔθνη εὐωδιάζουσι πρὸς αὐτὸν τὴν αὐτοῦ φέροντα προσηγορίαν. ∆ιὰ τοῦτο νεάνιδες, κ.τ.λ. Νεᾶνις ἦν καὶ Παῦλος, Πάντα, λέγων, ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. ∆ιὸ καὶ λίαν ἠγάπησε φάσκων· Τίς ἡμᾶς χωρήσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Πῶς δὲ αὐτὸν εἵλκυσαν; Ἀκολουθήσασαι τοῖς ἴχνεσιν αὐτοῦ, καὶ τῶν εὐαγγελικῶν ἀπολαύσασαι μύρων. Εἰ δὲ δραμοῦμεν, ἔχων [cod. ἔχον] τῶν 69.1280 νεανίδων ὁ λόγος, κατὰ τὸ ὀπίσω Κυρίου τοῦ Θεοῦ πορευσόμεθα. Ἥντινα βασιλείαν ταμιεῖον ἐν ταῖς παροῦσι προσαγορεύει. Ἔθεντό με φυλάκισσαν, κ.τ.λ. Τάχα δὲ κατηγορεῖ ἑαυτῆς, ὅτι τὸν ἴδιον οὐκ ἐφύλαξεν ἀμπελῶνα, πορθεῖν αὐτὸν ἀφεῖσα πάντα τὸν παραπορευόμενον τὴν ὁδόν· λυμήνασθαί τε αὐτὸν ἦν ἐκ δρυμοῦ, καὶ μονιὸν ἄγριον κατανεμήσασθαι αὐτόν. Τάχα δὲ καὶ δοξάζει τὸν Θεὸν, ὅτι μὴ δυνηθεῖσα φυλάξαι τὸν ἴδιον ἀμπελῶνα, τῷ μήτε γεωργῆσαι μήτε φυλάξαι ἐπὶ τοσοῦτον προέκοψεν, ὡς πολλοὺς ἀμπελῶνας δυνηθῆναι φυλάξαι. Ἤγουν υἱοὺς μητρὸς αὐτῆς λέγει τῆς Συναγωγῆς, τοὺς Γραμματεῖς καὶ Φαρισαίους οἵτινες ἐπολέμουν τοῖς πιστεύουσιν εἰς Χριστὸν, τηρεῖν ἐντελλόμενοι τὴν κατὰ τὸν νόμον λατρείαν· αὕτη γὰρ ἀμπελών.

Ἀλλ' ἐγὼ ταύτην, φησὶν, οὐκ ἐφύλαξα· ἅτινα γὰρ ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, ὥς φησιν ὁ μακάριος Παῦλος. Ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. Ἑταίρους αὐτοῦ τοὺς ἀποστόλους καλεῖ. Ἔφη γάρ· Οὐκ ἔτι λέγω ὑμᾶς δούλους, ἀλλὰ φίλους· φίλοι γάρ ἐστε. Περιβαλλομένη δὲ λέγει Καλυπτομένη· λέγοντος Παύλου, ὅτι Ἄχρι τῆς σήμερον ἡμέρας, ἡνίκα ἀναγινώσκεται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Φωνὴ οὖν, ἡ μετανοοῦσα Συναγωγὴ πρὸς Χριστόν· ∆ήλωσόν μοι σαυτὸν, ὅπως μὴ[cod. μοι] τῶν ἑταίρων σου ποιμαίνων τὰς Ἐκκλησίας, ἐγὼ ἐπὶ τὴν καρδίαν μείνω τὸ κάλυμμα ἔχουσα. Ἐὰν μὴ γνῷς σεαυτήν. Ἤγουν, εἰ μὴ μετανοήσῃς, φησὶν, ὀπίσω τῶν ἐθνῶν εὑρεθήσῃ· ἅτε μὴ ἔχουσα καρποὺς δικαιοσύνης, ἄκαρπος μένουσα, καὶ ὀπίσω ποιμνίων ὧν ἐμαυτῷ συνεστησάμην. Τῇ ἵππῳ μου ὡμοίωσά σε. Ἤγουν δεξαμένη τὴν ἐμὴν, ὦ Ἐκκλησία, πίστιν, τοῖς ἀποστόλοις εἰκάσθης· περὶ ὧν τὸ, Ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία· οἳ καὶ κατὰ τῶν ἁρμάτων εὐτρεπίσθησαν τοῦ νοητοῦ Φαραώ. Σιαγόνες σου ὡς τρυγόνος. Ἤγουν τὴν αἰδὼ τὴν πρὸς τὸν νυμφίον παρίστησι διὰ τῆς τρυγόνος. Ἐρυθραὶ γὰρ τῆς τρυγόνος αἱ σιαγόνες.

Τῇ δὲ Συναγωγῇ τοὐναντίον, Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Λέγει τράχηλον τὸ ὑποτακτικὸν τῆς ψυχῆς· πῶς γὰρ κόσμος καλὸς, αὐχὴν μελετήσας φέρειν τοῦ Χριστοῦ τὸν ζυγόν. Ἤγουν ἀργύριον μὲν ἐν τῇ Γραφῇ συνήθως, ἡ 69.1281 θεία διδασκαλία· χρυσίον δὲ, τὰ θεῖα χαρίσματα. Πάντα δὲ, πρὸ τῆς ἐπιδημίας Χριστοῦ, ὁμοιώματα ἦν καὶ σκιὰ τῶν μελλόντων, κατὰ τὸν Ἀπόστολον, ἀγαθῶν. Ἀναστὰς δὲ Χριστὸς τὰ τέλεια τοῖς ἀνθρώποις δεδώρηται· πρὸ δὲ τῆς ἀναστάσεως ὁμοιώματα εἴχομεν, παρὰ τῶν ἐπαίνων[ita cod.] αὐτοῦ, τοῦ τε νόμου καὶ τῶν προφητῶν. Νάρδῳ καὶ ἀποδέσμῳ στακτῆς ὁ ἐνταφιασμὸς σημαίνεται Χριστοῦ· ἃ Νικόδημος φέρων ἐνετύλιξε τὸ σῶμα αὐτοῦ. Μαστοὺς δὲ φέρει τὰς δύο ∆ιαθήκας ἡ νύμφη, ὧν ὁ Χριστὸς ἀνὰ μέσον αὐλίζεται. Καλὴν αὐτήν φησιν, οὐχ ὡς