Catecheses ad illuminandos
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΙΣ αʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, ΕΙΣΑΓΩΓΙΚΗ τοῖς τῷ βαπτίσματι προσελθοῦσι. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἠσαΐου· Λούσασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, καὶ τὰ
ἑξῆς. 1.1 Καινῆς διαθήκης μαθηταὶ, καὶ Χριστοῦ Μυστηρίων κοινωνοὶ, νῦν μὲν τῇ κλήσει, μετ' ὀλίγον δὲ καὶ τῇ χάριτι, καρδίαν ἑαυτοῖς ποιήσατε καινὴν, καὶ πνεῦμα καινὸν, ἵνα εὐφροσύνης ὑπόθεσις γένησθε τοῖς οὐρανίοις. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται κατὰ τὸ Εὐαγγέλιον, πόσῳ μᾶλλον ἡ τοσούτων σωτηρία ψυχῶν κινήσει πρὸς εὐφροσύνην τοὺς οὐρανίους; Ἀγαθῆς ὁδοῦ καὶ καλλίστης ἐφαψάμενοι, τὸν τῆς εὐσεβείας εὐλαβῶς δράμετε δρόμον. Εἰς γὰρ τὴν ὑμετέραν ἀπολύτρωσιν ἑτοιμότατος πάρεστιν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ, λέγων· ∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Οἱ τὸ χαλεπὸν τῶν πταισμάτων ἠμφιεσμένοι, καὶ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν ἐσφιγμένοι, τῆς προφητικῆς φωνῆς ἀκούσατε λεγούσης· Λούσασθε, καθαροὶ γίνεσθε· ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου· ἵνα ἀγγελικὸς ὑμῖν ἐπιφωνήσῃ χορός· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρ τίαι. Οἱ τὰς τῆς πίστεως λαμπάδας ἐξάψαντες ἀρτίως, ἀσβέστους ἐν χερσὶ διατηρήσατε ταύτας· ἵν' ὁ τῷ λῃστῆ τότε τὸν παράδεισον ἐν τῷ παναγίῳ τούτῳ Γολγοθᾷ διὰ τὴν πίστιν ἀνοίξας, τὸ νυμφικὸν ὑμῖν ᾆσαι παράσχοι μέλος. 1.2 ∆οῦλος εἴ τίς ἐστιν ἐνταῦθα τῆς ἁμαρτίας, ἑτοιμότατος γενέσθω διὰ τῆς πίστεως, εἰς τὴν ἐλευθέριον τῆς υἱοθεσίας ἀναγέννησιν· καὶ τὴν μὲν τῶν ἁμαρτιῶν κακίστην δουλείαν ἀποθέμενος, τὴν δὲ τοῦ Κυρίου μακαριωτάτην δουλείαν κτησάμενος, καταξιωθήτω τὴν τῶν οὐρανῶν κληρονομῆσαι βασιλείαν. Ἐκδύσασθε τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, διὰ τῆς ἐξομολογήσεως, ὅπως ἐνδύσησθε τὸν καινὸν, τὸν ἀνακαινούμενον κατ' ἐπίγνωσιν τοῦ κτίσαντος αὐτόν. Τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος τοῦ ἁγίου κτήσασθε διὰ τῆς πίστεως, ὅπως δυνηθῆτε δεχθῆναι εἰς τὰς αἰωνίους σκηνάς. Προσέλθετε εἰς τὴν μυστικὴν σφραγίδα, ἵνα εὔγνωστοι ἦτε τῷ δεσπότῃ· συγκαταριθμήθητε τῇ ἁγίᾳ καὶ λογικῇ τοῦ Χριστοῦ ποίμνῃ, εἰς τὰ δεξιὰ αὐτοῦ ἀφορισθησόμενοι, καὶ κληρονομοῦντες τὴν ἡτοιμασμένην ὑμῖν ζωήν. Οἷς γὰρ ἔτι τὸ τραχὺ τῶν ἁμαρτιῶν περίκειται, οὗτοι ἐν τοῖς ἀριστεροῖς τυγχάνουσι, διὰ τὸ μὴ προσελθεῖν τῇ τοῦ Θεοῦ χάριτι, τῇ δοθείσῃ διὰ Χριστοῦ ἐπὶ τῇ τοῦ λουτροῦ ἀναγεννήσει. Ἀναγέννησιν δὲ οὐ σωμάτων λέγω, ἀλλὰ ψυχῆς τὴν πνευματικὴν ἀναγέννησιν. Τὰ μὲν γὰρ σώματα διὰ τῶν φαινομένων γονέων γεννᾶται, αἱ δὲ ψυχαὶ διὰ τῆς πίστεως ἀναγεννῶνται· τὸ γὰρ Πνεῦμα ὅπου θέλει πνεῖ. Καὶ τότε ἀκοῦσαι ἔχεις, ἐὰν ἄξιος γένῃ· Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ, ὅταν εὑρεθῇς μηδὲν ἀκάθαρτον ὑποκρίσεως ἔχων ἐν συνειδήσει. 1.3 Εἰ γάρ τις τῶν ἐνταῦθα νομίζοι πειράζειν τὴν χάριν, ἑαυτὸν ἀπατᾷ, καὶ τὴν δύναμιν ἀγνοεῖ. Ἀνυπόκριτον ἔχε τὴν ψυχὴν, ὦ ἄνθρωπε, διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Ὥσπερ γὰρ οἱ μέλλοντες στρατεύειν, ἐρευνῶσι τὰς ἡλικίας καὶ τὰ σώματα τῶν στρατευομένων, οὕτω καὶ ὁ Κύριος στρατολογῶν τὰς ψυχὰς, ἐρευνᾷ τὰς προαιρέσεις· κἂν μὲν ὑπόκρισιν εὕρῃ κρυπτομένην, ἀπέβαλε τὸν ἄνθρωπον ὡς τῆς ἀληθοῦς στρατείας ἀνεπιτήδειον· εἰ δὲ ἄξιον καταλάβῃ, τούτῳ δίδωσιν ἑτοίμως τὴν