1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

1

De martyrio sancti Cypriani (e cod. Florent. Laurent. VII, 10)

1 πάντας δ' ἠιθέους κεν ἀταρτηρῶς ἀπέπεμπεν, ὡς Χριστὸν μοῦνον μνηστὸν θεμένη τὸν ἄνακτα. ὃς δέ, λεὼν συναγείρας, ἀνακτορίους κατὰ θώκους πρός ῥα βίην ἐθέλεσκεν ἀγαυὴν παῖδα μιῆναι· ὅσσοι δ' ἑσπετόωνθ' ἅμ' αὐτῇ, αἰπὺ βόησαν, πάντες δ' ἐκ θαλάμων σὺν τεύχεσιν ἐσσεύοντο, τεῦξαν δ' Ἀγλαΐδαο νεήλυδας εἶθαρ ἀΐστους. αὐτὸς δ', ἐν κραδίηφι φέρων ὅλον ἔνδον ἔρωτα, πληγεὶς εὖτε μύωπι λαθών, πηχύνετο κούρην. ἡ δ' αἶψα Χριστοῦ κρατερὴν σφρηγῖδα τέλεσσε, ῥῖψεν δ' ὕπτιον εἶθαρ ἀναιδέα, χερσὶ δ' ἔδρυψε μορφὴν Ἀγλαΐδαο καὶ οὐλοκόμους γε παρειάς, ῥῆξεν δ' εἵματα καλά· ὅλοις δ' ἀπέδειξε γέλωτα, Θέκλης ἀντιθέης τὸν ὁμὸν δρόμον ἐκτελέουσα. καὶ τὰ μὲν ὣς ῥέξασα θεοῦ πάλιν ἦλθεν ἐς οἴκους. αὐτὰρ ὁ χωόμενος κακοεργέα λίσσετο φῶτα, δυσσεβέος μαγίης ὑποθήμονα, Κυπριανόν γε, καί οἱ ὑποσχόμενος δοιὰ χρυσοῖο τάλαντα λαμπροῦ τ' ἀργυρίοιο, ὅπως πείσειεν ἀνάγκῃ παρθένον οὐκ ἐθέλουσαν ἐπινεῦσαι φιλότητι, οὐ δεδαὼς Χριστοῦ κρατερὸν μένος ἀκαμάτοιο. οἰκτείρας δὲ μάγος δυερὸν βροτόν, ἐξ ἐπαοιδῆς κίκλησκεν χαλεπὸν κακοεργέα δαίμονα ῥίμφα. ἀπτερέως δ' ἐλθών, «τί μ'», ἔφη, «καλέεις; ἀγόρευε.» ὃς δ' ἔφατ'· «αἰνῶς μοι κούρης γε μιῆς Γαλιλαίης ἦτορ ἔρως ἐδάμασσε· σὺ δ' ἔννεπε, εἴτε μιν αὐτὸς λέκτροισιν δόμεναι κρατέεις· αἰνῶς ποθέω γάρ.» νήφρων δ' ἀντίπαλος δώσειν κατένευσεν ἄελπτα. Κυπριανὸς δ' αὖτίς γε παλαμναῖον προσέειπεν· «ἔννεπέ μοι τεὰ ἔργα, ὅπως φρεσὶ θάρρος ἔχοιμι.» ὃς δ' ἔφατ'· «ἀγγελικῶν στιφέων πάρος ἦα φέριστος, ἀλλά γ' ἐμῷ γενετῆρι πεπιθμένος ἔλλιπ' ἄνακτα ἑπταπόλου σφαίρης τὸν ὑπέρτατον. ὅσσα δ' ἔρεξα, εἰδήσεις· ἐρέω δέ. πόλου καθαροῖο θέμεθλα αὐτὸς ἐμῇ κακίῃ γε διάνδιχα θῆκα ταράξας καὶ στίφος οὐρανίων ναετῶν ἐς γαῖαν ἔριψα. μητέρα δ' αὖ μερόπων πάλιν ἤπαφον Εὖαν ἀνάγκῃ, νοσφισάμην δ' Ἄδαμον πολυγηθέος ἐκ παραδείσου. καὶ Καΐνου παλάμην γνωτοκτόνον αὐτὸς ἔτευξα. αἵματι γαῖαν ἔδευσα· ἀκανθώδη δ' ἀναθάλλει καρπὸν ἀεικέλιον μερόπων γένει εἵνεκ' ἐμεῖο. ἐχθρὰ θεῷ συνάγειρα θεήματα· καὶ κλοπίας δὲ εὐνὰς ἐγὼν ἐτέλεσσα. σεβίζεσθαι δ' ἀμενηνὰ εἴδωλα βρότεον νόον ἤπαφον, ἠδὲ θυηλὰς ἀνθρώπους ῥέζειν βλοσυρῷ κατεμήνυσα ταύρῳ. αὐτὸς καὶ κρατέοντα θεοῦ λόγον, υἱὸν ἄναρχον, ἐν σκόλοπι τανύσαι μαλερῶς Ἐβέρους ὀρόθυνα. ἄστεα συγκλόνεον καὶ τείχεα κάββαλον αἰπά, πολλοὺς δ' ἐξ ἔριδος θαλάμους ἐδόνησα χορεύσας. ἀλλά γε δὴ τάδε πάντα κακὰ καὶ ἀπείρονα τεύξας, πῶς τῆσδ' ἠιθέου μεγαλόφρονος οὐδὲ τυχήσω;»

Κυπριανὸς δ' ἔνεπεν κακοτερπέι δαίμονι λυγρῷ· «τῆνδε λαβὼν βοτάνην κύκλῳ θάλαμον κατάδευσον κούρης αἰδεσίμου, ἀτὰρ ὕστατος ἵξομαι αὐτὸς καὶ νόον ἐνθήσω κραδίῃ πατρώιον αὐτῇ. ἡ δέ σοι ἐλδομένῳ μάλα πείσεται ἔν περ ὀνείρῳ.» παρθένος ἠίθεος δὲ τότ', εἶδος ἔχουσ' ἐπὶ γαίης, ὥρῃ νυκτελίῃ τριτάτῃ μέλπεν θεὸν ἠύν. ἀλλ' ὅτε δὴ πραπίδων μέσσον πελεμίζετο κούρη, ἐν φρεσὶ δ' ᾗσι νόησεν ἀτασθαλίην κακοεργοῦ, ἡμιτόμους πρησθεῖσα νεφροὺς πυρί, θᾶσσον ἄνακτα ἔγνω, τὸν ποθέεσκεν· ἀτὰρ σημήνατο χειρὶ σταυρῷ πᾶν δέμας αἶψα, γεγωνήσασα δ' ἔειπε· «πάντων δεσπόζων, θεὲ κύδιμε, παιδὸς ἀχράντου Ἰησοῦ Χριστοῦ γενέτα, ὃς ταρταρόεντα αἰνοπέλωρον ὄφιν ζοφεραῖς ἐπέδησας ἐν αὐλαῖς, οὓς δὲ πέδαις ζώγρησεν, ὅλους, κύδιστ', ἐσάωσας· ὃς πόλον ἀστερόεντα τανυσσάμενος σέο χειρί, γῆν δὲ μέσον χάεος νοτίοις νώτοισιν ἐρείσας· ὁ φλογερὰς δαΐδας πώλοις Τιτῆνος ὀπάσσας, μήνην ἀργεννὴν δὲ βοόζυγα νυκτὶ τελέσσας· ὁ βροτὸν ἄνδρα τεῇ μορφῇ τεύξας πανόμοιον, ὃν παραδεισιάδος θαλίης κορέσασθαι ἄνωγας, θηρὸς δ' αἰνοτάτου ὄφεως ὑποθημοσύνῃσιν εὐδένδροιο πέδοιο λιασθέντα πάλιν αὐτὸς διζόμενος