1
Laudatio Petri et PauliΓεωργίου τοῦ Ἀκροπολίτου λόγος εἰς τοὺς ἁγίους καὶ πανευφήμους μεγάλους ἀποστόλους Πέτρον καὶ Παῦλον. εὐλόγησον πάτερ·
1 Οὐχ ἁπλοῦς μὲν ὁ παρὼν λόγος εἰ καὶ ἐξ ἁπλῆς προσφέρεται διαθέσεως·
Πέτρος γὰρ καὶ Παῦλος εἰς εὐφη μίαν προτίθενται. ἦν μὲν οὖν καὶ ἄλλως τὸ πρᾶγμα τῶν πάνυ δυσχερεστάτων καὶ μὴ ῥᾳδίως ἐξικνουμένων τῆς ἐγχει ρήσεως, μὴ ὅτι γε ἡμῖν τοῖς χαμαὶ κειμένοις καὶ περὶ τὴν ὕλην ἰλυσπωμένοις καὶ τῷ βορβόρῳ τῶν παθῶν ἐγκαλινδου μένοις διηνεκῶς, ἀλλὰ καὶ τοῖς ἄγαν ὑψηλοῖς τὴν διάνοιαν, οἷς τὸ ἀπὸ γενέσεως διατέτμηται κάλυμμα, καὶ φῶς ὁρῶσιν ἐν τοῖς οὖσι τὸ καθαρώτατον· «ἐφαπτέον γὰρ τῷ καθαρῷ καθαροῦ» ἤκουσα παλαιοῦ τινος εἰρηκότος σοφοῦ. ἀλλ' οὕτω μὲν οὖν καὶ πᾶσιν ἁγίοις ἐξ ἁγίων χειλέων ὕμνος ἁρμόδιος, μάλιστα δὲ τῶν ἄλλων τοῖς κρείττοσι, καὶ ὅσῳ τῶν λοιπῶν τῷ βαθμῷ καὶ τῇ τάξει προφέρουσι, τοσούτῳ καὶ τοὺς εὐφημοῦντας τοὺς ἐν τοῖς ὁμοίοις ἀγωνίσμασιν ὑπερ βάλλεσθαι δεῖ καὶ μέτροις ἴσοις ἀντιμετρεῖσθαι τοὺς ἐπαι νέτας τε καὶ οἷς πεποίηται τὰ ἐγκώμια ἔν τε τῇ τοῦ λόγου δυνάμει καὶ τῇ ἐνεργείᾳ τῆς ἀρετῆς, ὡς μὴ μεῖζον ἢ κατὰ τὴν ἰσχὺν αὐτῶν ὑπεισέρχεσθαι στάδιον, μὴ ἀνῦσαι μέν, ὁρμῆσαι δὲ δρόμον ἢ τάφρον ὑπερπηδῆσαι, καὶ τὸν μὲν μεῖναι περὶ τὰ μέσα βαδίσαντα, τὸν δὲ κατὰ τοῦ ὀρύγματος κατενεχθέντα πτῶμα γενέσθαι τοῖς θεωμένοις γελώμενόν τε ἅμα καὶ ἐλεούμενον. ἔχω μὲν οὖν οὕτως αὐτὸς περὶ τῶν τηλικούτων εἴτε ἀνδρῶν χρὴ λέγειν εἴτε πραγμάτων- ὥς ἐστι ταῦτα ἀλλήλοις συνδεδεμένα καὶ συναρτώμενα- οἶμαι δὲ καὶ πᾶς νοῦν ἔχων καὶ τὸ μεγαλεῖον τῶν τοιούτων συνεπιστάμενος. ἀλλὰ τί ἂν πάθῃ τις; ἐκεῖ μὲν ἕλκει φόβος εἰς σιωπήν, ἐντεῦθεν πόθος βιάζει πρὸς λαλιάν· ἐκεῖθεν τὸ ὀκνεῖν τε καὶ ἀναβάλλεσθαι διὰ τὸ τῆς ὑποθέσεως μέγεθος, ἐντεῦθεν τὸ εἰπεῖν τι διὰ σέβας πρὸς εὐφημίαν τῶν μαθη τῶν τοῦ Χριστοῦ. εἰ γὰρ ὁ λόγος αὐτῶν εἰς πᾶσαν γῆν περιήχησε καὶ τῇ τῆς διδασκαλίας σαγήνῃ πάντας ἐντὸς περιέβαλε καὶ τῷ πρώτῳ διδασκάλῳ φίλην ἄγραν παρέστησε, πῶς οὐ χρεὼν πάντα λόγον εἰς αὐτοὺς ἀναφέρεσθαι πρὸς ἀντίδοσιν κἂν ἐξισῷτο τῷ μέτρῳ κἂν ὑστεροῖτο κἂν κάτω βαίνοι πολύ; ἐπεὶ καὶ τῷ διδασκάλῳ τούτων καὶ δεσπότῃ Χριστῷ φίλον πάντως τὸ κατὰ δύναμιν, ὃς καὶ χήρας δύο λεπτὰ τῶν πολυταλάντων ἐρανισμῶν προτετίμηκεν, εἰς ὃν καὶ τὰ τῶν μαθητῶν ἀναφέρεται, ὑπὲρ οὗ καὶ δι' ὃν ἠγωνίσαντο. τάχα δὲ καὶ εὐπρόσωπον ἂν εἴη μοι τὸ ἐγχεί ρημα οὐκ ἀμέσως τοῦ κρείττονος ἐφαπτόμενον· ἀλλ' ὥσπερ αὐτὸς διὰ τούτων τὸ εὐαγγέλιον εἰς τὸ τῆς γῆς ἐπλάτυνε πλήρωμα, διὰ μέσων πάλιν αὐτῶν προσλαμβάνει λόγους εἰς ἔπαινον. ἡ γὰρ τῶν μαθητῶν εὐφημία διαβαίνειν οἶδε πρὸς τὸν διδάσκαλον· καὶ γὰρ βασιλέα τις δεξιοῦται δωρήμασι καὶ τιμαῖς, τῶν ὑπ' ἐκείνου πεφιλημένων τινὰ δεξιούμενος. ὑπεισῄει δέ μοι καὶ ἕτερόν τι τῆς ὑποθέσεως ἄξιον πεῖθόν με πρὸς τὸν λόγον καὶ κατεπεῖγον πρὸς τὰ τῶν θεοκηρύκων ἐγκώμια· ἔσται γάρ μοι ἡ μνήμη τούτων ὡς οἶμαι ἁγιασμὸς καὶ διανοίας καὶ γλώττης καὶ ἀκοῆς καὶ πάσης ἄλλης αἰσθήσεως, καὶ ὃ τάχα λόγος ἐκείνων ὁ διδασκαλικὸς οὐκ ἐνήργησε, λόγος ὁ τῶν ἐγκωμίων ἀνύσειεν, ἐκεῖσε δια βιβάζων τὸν λέγοντα καὶ συνάπτων πως τοῖς διδάσκουσι· καὶ ὃν οὐκ ἔσχεν ὁ ἐξ ἐκείνων συνδήσασθαι, πάντως ὁ πρὸς ἐκείνους συνάψειε· καὶ γένοιτο ἂν καὶ οὕτω μυστηριώδης τελετὴ καὶ φιλουμένη τῷ κρείττονι.
2 Ἀλλὰ τί περὶ τὰς ὑπωρείας βαδίζομεν; τί δὲ μὴ τοῦ ὄρους τῶν ἐγκωμίων ἐπιβαίνειν ἐπιχειροῦμεν; Πέτρος καὶ Παῦλος ἡμῖν εἰς εὐφημίαν προβέβληνται, οἱ κρείττους οὐχ ἁπλῶς ἀνθρώπων, ἀλλὰ καὶ ὅσοι τῶν ἀπ' αἰῶνος εὐηργετή κασι τῷ