Chronicon ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ ΒΙΟΙ ΤΩΝ ΝΕΩΝ ΒΑΣΙΛΕΩΝ.
ΒΑΣΙΛΕΙΑ ΛΕΟΝΤΟΣ ΤΟΥ ΑΡΜΕΝΙΟΥ.
Τῷ #22τιʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ωιʹ, ἐβασί λευσε Λέων Ἀρμένιος ὁ πατρίκιος, καὶ παραβάτης ὕστερον ἀνα φανείς, ἔτη ζʹ καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρ χου. μετὰ γὰρ δύο χρόνους ἀποστατήσας πρὸς τὴν ἀσέβειαν, καὶ τὸ ἔγγραφον ὅπερ ἐποίησε περὶ τῆς ὀρθοδοξίας ἀθετήσας, ὥσπερ Σαοὺλ ἐξώκειλεν· καὶ γὰρ κἀκεῖνος δύο ἔτη βασιλεύσας ἐννόμως, 764 εἶτα παρατραπεὶς καὶ τῆς θείας χάριτος γυμνωθεὶς καὶ πονηρῷ πνεύματι παραδοθεὶς κατὰ τοῦ εὐεργέτου ∆αβὶδ ἐξωπλίσθη καὶ τὰς τῶν ἱερέων εἰργάσατο μιαιφονίας. ὡσαύτως καὶ ὁ δύστηνος οὗτος καὶ ἀντίθεος μετὰ δύο ἔτη κατὰ τῆς εὐσεβείας μανεὶς καὶ λυττήσας τὸν στέψαντα αὐτὸν θεῖον Νικηφόρον ἐξώρισεν. 2. Θεόδοτον δῆθεν πατριάρχην ἀντιχειροτονεῖ, ἄλογον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον καὶ ἰχθύων ἀφωνέστερον καὶ μηδὲν πλέον τῆς ἀσεβείας ἐπιστάμενον· καὶ ἔκτοτε διωγμὸν ἄσπονδον κατὰ τῆς ἐκκλησίας ἀνερρίπισεν. εἰ οὖν χρὴ θαυμάζειν φαῦλον ἐπὶ φαύλῳ μετάθεσιν, τοῦτον δεῖ μᾶλλον καὶ τοὺς ἀμφ' αὐτὸν ἢ Γαλάτας θαυμάσαι, τοὺς οὕτω μετατιθεμένους ἀπὸ τοῦ καλέσαντος αὐτοὺς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο εἰ μὴ τὸ παροργίσαι τὸν θεὸν καὶ τὴν θείαν ὀργὴν ἐπισπάσασθαι. 3 ὁ γὰρ νέος Σεναχηρεὶμ Κροῦμος, ἐπαρθεὶς τῇ πρῴην δίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν πολιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ἓξ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελ θὼν τῇ πόλει περιῄει τὰ τείχη ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς πόρτης, ἐπιδεικνύων τὴν περὶ αὐτὸν δύναμιν. ἐπιτελέσας καὶ μιαρὰς θυσίας ἐν τῷ λιβαδίῳ τῆς Χρυσῆς πόρτης ᾐτήσατο καὶ 765 τὸν βασιλέα εἰρήνην ποιῆσαι, εἰ τὸ δόρυ αὐτοῦ πήξει ἐν τῇ Χρυσῇ πόρτῃ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου ὑπέστρεψεν εἰς τὴν ἰδίαν σκηνήν, ὑπερθαυμάσας τὰ τῆς πόλεως τείχη καὶ τὴν εὔτα κτον τοῦ βασιλέως παράταξιν. ἐπὶ σύμβασιν οὖν εἰρήνης τρέπε ται, πειραστικοὺς λόγους ποιούμενος. 4 ὁ δέ γε βασιλεὺς ἀφορ μῆς δραξάμενος ἐπειράθη τοῦτον λογχῆσαι· ἀλλ' εἰς πέρας ἀγα γεῖν τοῦτο ἐκωλύθη τῇ τῶν ὑπουργησάντων ἀφυΐᾳ, πληξάντων μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγαγόντων πληγήν. ἐπὶ τούτῳ μανεὶς ὁ ἀλάστωρ, ἀποστείλας ἱππεῖς ἐν τῷ ἁγίῳ Μάμαντι, ἐκεῖσε ὂν παλάτιον ἐνέπρησεν, καὶ τὸν χαλκοῦν λέοντα τοῦ ἱππικοῦ σὺν τῇ ἄρκτῳ καὶ τῷ δράκοντι τοῦ ὑδρίου καὶ μαρμάρων καλλίστων ἐν ἁμά ξαις φορτώσας ὑπέστρεψεν, παρακαθίσας τὴν Ἀδριανούπολιν καὶ ταύτην ἑλών· καὶ μετὰ λαοῦ πλείστου διαπεράσας τῶν τε εὐγενῶν Μακεδόνων, κατεσκήνωσεν ἐν τῷ ∆ανουβίῳ ποταμῷ. ὁ δὲ Λέων τὰ τῆς ἀσεβείας ἔργα διεπράττετο ἐν τῇ πόλει. 5. Ἐφ' οὗ ἐφάνη ἀστὴρ κομήτης ἐν σχήματι δύο λαμπρῶν σεληνῶν ἑνουμένων καὶ πάλιν διαιρουμένων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφάλου διάπλασιν ἀνδρὸς τυπωθῆναι· ὅπερ τὴν ἀκέ φαλον κεφαλὴν τῶν μετὰ ταῦτα στασιασάντων κατὰ τῶν Χριστια νῶν καὶ τὸν μάταιον Θωμᾶν κεφαλὴν καὶ ἀρχηγὸν τῆς ἐκ τῶν ἄλλων Χριστιανῶν διαιρέσεως ἐσχηκότων προεμήνυσεν. καὶ μέν 766 τοι καὶ σεισμοὶ φοβεροί τε καὶ ἐπάλληλοι καὶ λιμοὶ καὶ αὐχμοὶ καὶ ἀέρος φλογώσεις γεγόνασι καὶ στάσεις ἐμφύλιοι κατὰ πᾶσαν πόλιν καὶ χώραν, ἐκ τῶν ἡμερῶν ἀρξαμέναι τοῦ θεοστυγοῦς καὶ ἀλά στορος· καὶ μέχρι πολλοῦ τὸ δεινὸν τῆς ἐμφυλίας συμφορᾶς ἐπι κρατῆσαι συμβέβηκεν. 6 Ἐκμιμούμενος τοίνυν τὸν τῆς μυσαρᾶς ταύτης αἱρέσεως ἀρχηγὸν ὁμώνυμον αὐτοῦ καὶ ὁμότροπον ἤρξατο τῆς αἱρέσεως. εἶτα συμμάχους καὶ συμμύστας ἐκζητήσας εὗρεν Ἰωάννην τὸν λε γόμενον γραμματικόν, μᾶλλον δὲ Ἰαννὴν ἄλλον ἢ Σίμωνα, ἐπί τε λεκανομαντείαις καὶ φαρμακείαις καὶ αἰσχρουργίαις βεβοημένον, καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτοῦ Ἰαννίτας καὶ Ἰαμβρίτας καὶ Σιμωνίτας· οὓς δὴ καὶ παρ' ἑαυτῷ κατέχων ἐν τῷ