1
De filio (orat. 29)
ΛΟΓΟΣ ΘΕΟΛΟΓΙΚΟΣ ΤΡΙΤΟΣ ΠΕΡΙ ΥΙΟΥ
1 Ἃ μὲν οὖν εἴποι τις ἂν ἐπικόπτων τὴν περὶ τὸν λόγον αὐτῶν ἑτοιμότητα καὶ ταχύτητα, καὶ τὸ τοῦ τάχους ἐπισφαλὲς ἐν πᾶσι μὲν πράγμασι, μάλιστα δὲ ἐν τοῖς περὶ θεοῦ λόγοις, ταῦτά ἐστιν. ἐπεὶ δὲ τὸ μὲν ἐπιτιμᾷν οὐ μέγα· ῥᾷστον γὰρ καὶ τοῦ βουλομένου παντός· τὸ δὲ ἀντεισάγειν τὴν ἑαυτοῦ γνώμην ἀνδρὸς εὐσεβοῦς καὶ νοῦν ἔχοντος· φέρε, τῷ ἁγίῳ θαρρήσαντες πνεύματι, τῷ παρ' αὐτῶν μὲν ἀτιμαζο μένῳ, παρ' ἡμῶν δὲ προσκυνουμένῳ, τὰς ἡμετέρας περὶ τῆς θεότητος ὑπολήψεις, αἵ τινές ποτέ εἰσιν, ὥσπερ τινὰ τόκον εὐγενῆ τε καὶ ὥριμον εἰς φῶς προενέγκωμεν· οὐδὲ ἄλλοτε μὲν σιωπήσαντες, τοῦτο γὰρ μόνον ἡμεῖς νεανικοί τε καὶ μεγαλόφρονες, νῦν δὲ καὶ μᾶλλον παρρησια ζόμενοι τὴν ἀλήθειαν· ἵνα μὴ τῇ ὑποστολῇ, καθὼς γέγραπται, τὸ μὴ εὐδοκεῖσθαι κατακριθῶμεν. διττοῦ δὲ ὄντος λόγου παντός, τοῦ μὲν τὸ οἰκεῖον κατασκευάζοντος, τοῦ δὲ τὸ ἀντίπαλον ἀνατρέποντος, καὶ ἡμεῖς τὸν οἰκεῖον ἐκθέμενοι πρότερον, οὕτω τὰ τῶν ἐναντίων ἀνατρέψαι πειρασόμεθα· καὶ ἀμφότερα ὡς οἷόν τε διὰ βραχέων, ἵν' εὐσύνοπτα γένηται τὰ λεγόμενα, ὥσπερ ὃν αὐτοὶ λόγον εἰσα γωγικὸν ἐπενόησαν πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων ἢ εὐηθεστέρων, καὶ μὴ τῷ μήκει τοῦ λόγου διαχεθῇ τὰ νοούμενα, καθάπερ ὕδωρ οὐ σωλῆνι σφιγγόμενον, ἀλλὰ κατὰ πεδίου χεόμενον καὶ λυόμενον.
2 Τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ, ἀναρχία, καὶ πολυαρχία, καὶ μοναρχία. αἱ μὲν οὖν δύο παισὶν Ἑλλήνων ἐπαίχθησαν, καὶ παιζέσθωσαν. τό τε γὰρ ἄναρχον ἄτακτον· τό τε πολύαρχον στα σιῶδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει, τὴν ἀταξίαν, ἡ δὲ εἰς λύσιν· ἀταξία γὰρ μελέτη λύσεως. ἡμῖν δὲ μοναρχία τὸ τιμώμενον· μοναρχία δέ, οὐχ ἣν ἓν περιγράφει πρόσωπον· ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι· ἀλλ' ἣν φύσεως ὁμοτιμία συνίστησι, καὶ γνώ μης σύμπνοια, καὶ ταὐτότης κινήσεως, καὶ πρὸς τὸ ἓν τῶν ἐξ αὐτοῦ σύννευσις, ὅπερ ἀμήχανον ἐπὶ τῆς γεννητῆς φύσεως, ὥστε κἂν ἀριθμῷ διαφέρῃ, τῇ γε οὐσίᾳ μὴ τέμνεσθαι. διὰ τοῦτο μονὰς ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσα, μέχρι τριάδος ἔστη. καὶ τοῦτό ἐστιν ἡμῖν ὁ πατήρ, καὶ ὁ υἱός, καὶ τὸ ἅγιον πνεῦμα· ὁ μὲν γεννήτωρ καὶ προβολεύς, λέγω δὲ ἀπαθῶς, καὶ ἀχρόνως, καὶ ἀσωμάτως· τῶν δέ, τὸ μὲν γέννημα, τὸ δὲ πρόβλημα, ἢ οὐκ οἶδ' ὅπως ἄν τις ταῦτα καλέσειεν, ἀφελὼν πάντῃ τῶν ὁρωμένων. οὐ γὰρ δὴ ὑπέρχυσιν ἀγαθότητος εἰπεῖν θαρρήσομεν, ὃ τῶν παρ' Ἕλλησι φιλοσοφησάν των εἰπεῖν τις ἐτόλμησεν, οἷον κρατήρ τις ὑπερερρύῃ, σαφῶς οὑτωσὶ λέγων, ἐν οἷς περὶ πρώτου αἰτίου καὶ δευτέρου φιλοσοφεῖ· μή ποτε ἀκούσιον τὴν γέννησιν εἰσαγάγωμεν, καὶ οἷον περίττωμά τι φυσικὸν καὶ δυσκάθεκτον, ἥκιστα ταῖς περὶ θεότητος ὑπονοίαις πρέπον. διὰ τοῦτο ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν, καὶ τὸ γεννητόν, καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ὥς πού φησιν αὐτὸς ὁ θεὸς καὶ λόγος.
3 Πότε οὖν ταῦτα; ὑπὲρ τὸ πότε ταῦτα. εἰ δὲ δεῖ τι καὶ νεανικῶς εἰπεῖν, ὅτε ὁ πατήρ. πότε δὲ ὁ πατήρ; οὐκ ἦν ὅτε οὐκ ἦν. τοῦτο οὖν καὶ ὁ υἱός, καὶ τὸ πνεῦμα τὸ ἅγιον. πάλιν ἐρώτα με, καὶ πάλιν ἀποκρινοῦμαί σοι. πότε ὁ υἱὸς γεγέννηται; ὅτε ὁ πατὴρ οὐ γεγέν νηται. πότε δὲ τὸ πνεῦμα ἐκπεπόρευται; ὅτε ὁ υἱὸς οὐκ ἐκπεπόρευ ται, ἀλλὰ γεγέννηται ἀχρόνως καὶ ὑπὲρ λόγον· εἰ καὶ μὴ δυνάμεθα τὸ ὑπὲρ χρόνον παραστῆσαι, θέλοντες χρονικὴν ἐκφυγεῖν ἔμφασιν· τὸ γὰρ ὅτε, καὶ πρὸ τοῦδε, καὶ μετὰ ταῦτα, καὶ ἀπ' ἀρχῆς, οὐκ ἄχρονα, κἂν ὅτι μάλιστα βιαζώμεθα· πλὴν εἰ τὸ παρεκτεινόμενον τοῖς ἀιδίοις διάστημα τὸν αἰῶνα λαμβάνοιμεν, τὸ μὴ κινήσει τινὶ