1
Funebris in laudem Caesarii fratris oratio
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΕΙΣ ΚΑΙΣΑΡΙΟΝ ΤΟΝ ΕΑΥΤΟΥ Α∆ΕΛΦΟΝ ΕΠΙΤΑΦΙΟΣ
1.1 Οἴεσθέ με ἴσως, ὦ φίλοι καὶ ἀδελφοὶ καὶ πατέρες, τὸ γλυκὺ καὶ πρᾶγμα
καὶ ὄνομα, θρήνους ἐπιβαλοῦντα τῷ ἀπελθόντι καὶ ὀδυρμούς, ὑποδέχεσθαι προθύμως τὸν λόγον, ἢ μακροὺς ἀποτενοῦντα καὶ κομψοὺς λόγους, οἷς οἱ πολλοὶ χαίρουσι· 1.2 καὶ οἱ μὲν ὡς συμπενθήσοντες καὶ συνθρηνήσοντες παρεσκεύασθε, ἵν' ἐν τῷ ἐμῷ πάθει τὰ οἰκεῖα δακρύσητε, ὅσοις τι τοιοῦτόν ἐστι, καὶ σοφίσησθε τὸ ἀλγοῦν ἐν φιλικοῖς πάθεσιν, οἱ δὲ ὡς τὴν ἀκοὴν ἑστιάσον τες, καὶ ἡδίους ἐσόμενοι· 1.3 χρῆναι γὰρ ἡμᾶς ἐπίδειξιν ποιήσασθαι καὶ τὴν συμφοράν, οἷά ποτε ἦν τὰ ἡμέτερα, ἡνίκα τἄλλα ἦμεν ἱκανῶς περιττοὶ καὶ τῆς ὕλης, καὶ τὰ περὶ λόγους φιλότιμοι, πρὶν ἀναβλέψαι πρὸς τὸν ἀληθῆ λόγον καὶ ἀνωτάτω, καὶ πάντα δόντες Θεῷ παρ' οὗ τὰ πάντα, Θεὸν ἀντὶ πάν των λαβεῖν.
1.4 Μηδαμῶς, μὴ τοῦτο περὶ ἡμῶν ὑπολάβητε, εἴ τι ὑπολαμβάνειν βούλεσθε δεξιόν. Οὔτε γὰρ θρηνήσομεν τὸν ἀπελθόντα πλέον ἢ καλῶς ἔχει, οἵ γε μηδὲ τῶν ἄλλων τὰ τοιαῦτα ἀποδεχόμεθα, οὔτε ἐπαινεσόμεθα πέρα τοῦ μέτρου· καίτοι γε δῶρον φίλον καὶ οἰκειότατον, εἴπερ τι ἄλλο, τῷ λογίῳ λόγος, καὶ τῷ διαφερόντως ἀγαπήσαντι τοὺς ἐμοὺς λόγους ἡ εὐφημία· 1.5 καὶ οὐ δῶρον μόνον, ἀλλὰ καὶ χρέος ἁπάντων χρεῶν δικαιότατον· ἀλλ' ὅσον ἀφοσιώσασθαι τὸν περὶ ταῦτα νόμον, καὶ δακρύσαντες καὶ θαυμάσαντες (οὐδὲ γὰρ τοῦτο ἔξω τῆς καθ' ἡμᾶς φιλοσο φίας· Μνήμη τε γὰρ δικαίων μετ' ἐγκωμίων· καί· Ἐπὶ νεκρῷ, φησί, κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου· ἴσον ἀναλγησίας χωρίζων ἡμᾶς καὶ ἀμετρίας)· 1.6 τὸ μετὰ τοῦτο ἤδη, τῆς τε ἀνθρωπίνης φύσεως τὴν ἀσθέ νειαν ἐπιδείξομεν, καὶ τοῦ τῆς ψυχῆς ἀξιώματος ὑπομνή σομεν, καὶ τὴν ὀφειλομένην τοῖς ἀλγοῦσι παράκλησιν ἐπι θήσομεν, καὶ μεταθήσομεν τὴν λύπην ἀπὸ τῆς σαρκὸς καὶ τῶν προσκαίρων ἐπὶ τὰ πνευματικὰ καὶ ἀΐδια.
2.1 Καισαρίῳ πατέρες μέν, ἵν' ἐντεῦθεν ἄρξωμαι ὅθεν ἡμῖν πρεπωδέστατον, οὓς πάντες γινώσκετε, καὶ ὧν τὴν ἀρετὴν καὶ ὁρῶντες καὶ ἀκούοντες ζηλοῦτέ τε καὶ θαυμάζετε, καὶ διηγεῖσθε τοῖς ἀγνοοῦσιν, εἴπερ τινές εἰσιν ἀνθρώπων, ἄλλος ἄλλο τι μέρος ἀπολαβόντες· ἐπεὶ μὴ πάντα τὸν αὐτὸν οἷόν τε, μηδὲ μιᾶς γλώσσης τὸ ἔργον, κἂν σφόδρα τις ᾖ τῶν φιλοπονωτάτων καὶ φιλοτίμων· 2.2 οἷς πολλῶν καὶ μεγάλων ὑπαρχόντων εἰς εὐφημίαν, εἰ μή τῳ περιττὸς εἶναι δοκῶ τὰ οἰκεῖα θαυμάζων, ἓν μέγιστον ἁπάντων, καὶ ὥσπερ ἄλλο τι ἐπίσημόν ἐστιν, ἡ εὐσέβεια· τοὺς σεμνοὺς τούσδε λέγω καὶ πολιούς, καὶ οὐχ ἧττον δι' ἀρετὴν αἰδεσίμους ἢ διὰ γῆρας· ὧν τὰ μὲν σώματα χρόνῳ κέκμηκεν, αἱ ψυχαὶ δὲ Θεῷ νεάζουσι.
3.1 Πατὴρ μὲν ἐκ τῆς ἀγριελαίου καλῶς ἐγκεντρισθεὶς εἰς τὴν καλλιέλαιον, καὶ τοσοῦτον κοινωνήσας τῆς πιότητος, ὥστε καὶ ἄλλους ἐγκεντρίζειν πιστευθῆναι καὶ θεραπείαν ἐγχειρισθῆναι ψυχῶν, ὑψηλὸς ὑψηλῶς τοῦ λαοῦ τοῦδε προ καθεζόμενος, Ἀαρών τις δεύτερος ἢ Μωϋσῆς, Θεῷ πλησιάζειν ἠξιωμένος καὶ θείαν φωνὴν χορηγεῖν τοῖς ἄλλοις ἱσταμένοις πόρρωθεν, πρᾶος, ἀόργητος, γαληνὸς τὸ εἶδος, θερμὸς τὸ πνεῦμα, πολὺς τὸ φαινόμενον, πλουσιώτερος τὸ κρυπτόμενον. 3.2 Τί ἂν ὑμῖν ἀναζωγραφοίην τὸ γινωσκό μενον; Οὐδὲ γὰρ εἰ μακρὸν ἀποτείνοιμεν λόγον, εἴποιμεν ἄν τι τοσοῦτον ὅσον ἄξιον, καὶ ὅσον ἕκαστος συνεπίσταταί τε καὶ ἀπαιτεῖ τὸν λόγον· καὶ βέλτιον ταῖς ὑπονοίαις συγχωρεῖν ἢ τῷ λόγῳ τὸ πολὺ περικόπτειν τοῦ θαύματος.