1
Adversus haereses (liber 4)
1 Καθὼς Ἠσαΐας φησί· «Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.» Εἰς ὅλην οὖν τὴν οἰκουμένην τοῦ καρποῦ αὐτοῦ διασπαρέντος εἰκότως ἐγκατελείφθη καὶ ἐκ μέσου ἐγένετο τὰ ποτὲ μὲν καρποφορήσαντα καλῶς-ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα ὁ Χριστὸς ἐκαρποφορήθη καὶ οἱ ἀπόστολοι-, νῦν δὲ μηκέτι εὔθετα ὑπάρχοντα πρὸς καρποφορίαν. 2 Ἅπαντα μέτρῳ καὶ τάξει ὁ Θεὸς ποιεῖ, καὶ οὐδὲν ἄμετρον παρ' αὐτῷ, ὅτι μηδὲν ἀναρίθμητον. 3 «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», πρῶτον μὲν ὅτι αὐτός ἐστιν ὁ Ποιητὴς οὐρανοῦ καὶ γῆς μόνος Θεός, ἔπειτα δὲ ὅτι ποιήσει τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ, τουτέστιν τὸ ὑπὸ τοῦ Παύλου εἰρημένον· «Ὡς φωστῆρες ἐν κόσμῳ.» ∆ικαίως οὖν καταλιπὼν τὴν ἐπίγειον συγγένειαν πᾶσαν, ἠκολούθει τῷ Λόγῳ αὐτοῦ, ξενιτεύων ἵνα σὺν τῷ Λόγῳ πολιτευθῇ. ∆ικαίως δὲ καὶ οἱ ἀπόστολοι ἐξ Ἀβραὰμ τὸ γένος ἔχοντες, καταλιπόντες τὸ πλοῖον καὶ τὸν πατέρα, ἠκολούθουν τῷ Λόγῳ. ∆ικαίως δὲ καὶ ἡμεῖς, τὴν αὐτὴν τῷ Ἀβραὰμ πίστιν ἔχοντες, ἄραντες τὸν σταυρὸν ὡς καὶ Ἰσαὰκ τὸ ξύλον, ἀκολουθοῦμεν αὐτῷ. Αὐτὸς δὲ προθύμως τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν παραχωρήσας θυσίαν τῷ Θεῷ, ἵνα καὶ ὁ Θεὸς εὐδοκήσῃ ὑπὲρ τοῦ σπέρματος αὐτοῦ παντὸς τὸν ἴδιον μονογενῆ καὶ ἀγαπητὸν Υἱὸν θυσίαν παρασχεῖν εἰς λύτρωσιν ἡμετέραν. 4 Καὶ καλῶς ὁ Ἰουστῖνος ἐν τῷ πρὸς Μαρκίωνα συντάγματί φησιν ὅτι αὐτῷ τῷ Κυρίῳ οὐκ ἂν ἐπείσθην ἄλλον Θεὸν καταγγέλλοντι παρὰ τὸν ∆ημιουργόν. 5 Ἐδίδαξεν ἡμᾶς ὁ Κύριος ὅτι Θεὸν εἰδέναι οὐδεὶς δύναται μὴ οὐχὶ Θεοῦ διδάξαντος, τουτέστιν ἄνευ Θεοῦ μὴ γινώσκεσθαι τὸν Θεόν· αὐτὸ δὲ τὸ γινώσκεσθαι αὐτὸν θέλημα εἶναι τοῦ Πατρός· γνώσονται γὰρ αὐτὸν οἷς ἂν ἀποκαλύψῃ ὁ Υἱός. 6 Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν. 7 Πῶς τὴν σάρκα λέγουσιν εἰς φθορὰν χωρεῖν καὶ μὴ μετέχειν τῆς ζωῆς τὴν ἀπὸ τοῦ σώματος τοῦ Κυρίου καὶ τοῦ αἵματος αὐτοῦ τρεφομένην; Ἢ τὴν γνώμην οὖν ἀλλαξάτωσαν, ἢ τὸ προσφέρειν τὰ εἰρημένα παραιτησάσθωσαν. Ἡμῖν δὲ σύμφωνος τῇ γνώμῃ ἡ εὐχαριστία καὶ ἡ εὐχαριστία βεβαιοῖ τὴν γνώμην. Προσφέρομεν αὐτῷ τὰ ἴδια, ἐμμελῶς κοινωνίαν καὶ ἕνωσιν καταγγέλλοντες σαρκὸς καὶ Πνεύματος. Ὡς γὰρ ὁ ἀπὸ τῆς γῆς ἄρτος προσλαβόμενος τὴν ἐπίκλησιν τοῦ Θεοῦ οὐκέτι κοινὸς ἄρτος ἐστίν, ἀλλ' εὐχαριστία ἐκ δύο πραγμάτων συνεστηκυῖα, ἐπιγείου τε καὶ οὐρανίου, οὕτως καὶ τὰ σώματα ἡμῶν μεταλαμβάνοντα τῆς εὐχαριστίας μηκέτι εἶναι φθαρτά, τὴν ἐλπίδα τῆς εἰς αἰῶνα ἀναστάσεως ἔχοντα. 8 Καλῶς οὖν ἡ γραφὴ ἡ λέγουσα· «Πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστιν ὁ Θεὸς ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας». 9 Ἔστι δὲ οὗτος ὁ Λόγος αὐτοῦ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ ἐν ἐσχάτοις καιροῖς Θεὸς ἐν ἀνθρώποις γενόμενος, ἵνα τὸ τέλος συνάψῃ τῇ ἀρχῇ, τουτέστιν ἄνθρωπον Θεῷ. Καὶ διὰ τοῦτο προφῆται περὶ αὐτοῦ τοῦ Λόγου τὴν προφητείαν λαβόντες προεφήτευσαν αὐτοῦ τὴν ἔνσαρκον παρουσίαν. 10 Ὥσπερ οἱ βλέποντες τὸ φῶς ἐντός εἰσι τοῦ φωτὸς καὶ τῆς λαμπρότητος αὐτοῦ μετέχουσιν, οὕτως οἱ βλέποντες τὸν Θεὸν ἐντός εἰσι τοῦ Θεοῦ, μετέχοντες αὐτοῦ τῆς λαμπρότητος· ζωῆς οὖν μετέξουσιν οἱ ὁρῶντες Θεόν. Καὶ διὰ τοῦτο ὁ ἀχώρητος καὶ ἀκατάληπτος καὶ ἀόρατος ὁρώμενον ἑαυτὸν καὶ καταλαμβανόμενον καὶ χωρούμενον τοῖς πιστοῖς παρέσχεν, ἵνα ζωοποιήσῃ τοὺς χωροῦντας καὶ βλέποντας αὐτὸν διὰ πίστεως. Ὡς γὰρ τὸ μέγεθος αὐτοῦ ἀνεξιχνίαστον, οὕτως καὶ ἡ ἀγαθότης αὐτοῦ ἀνεξήγητος, δι' ἧς βλεπόμενος ζωὴν ἐνδίδωσι τοῖς ὁρῶσιν αὐτόν. Ἐπεὶ ζῆσαι ἄνευ ζωῆς οὐχ οἷόν τε ἦν, ἡ δὲ ὕπαρξις τῆς ζωῆς ἐκ τῆς τοῦ Θεοῦ περιγίνεται μετοχῆς, μετοχὴ δὲ Θεοῦ ἐστι τὸ γινώσκειν Θεὸν καὶ ἀπολαύειν τῆς χρηστότητος αὐτοῦ. 11 ∆ιὰ τοῦ γάμου Μωϋσέως ὁ τοῦ Χριστοῦ νοητὸς γάμος ἐδείκνυτο καὶ διὰ τῆς αἰθιοπικῆς νύμφης ἡ ἐξ ἐθνῶν