1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Constantinopoli oppugnata

∆ιήγησις περὶ τοῦ ἐν Κωνσταντινουπόλει γεγονότος πολέμου κατὰ τὸ ςλʹ ἔτος, ὅτε ὁ Ἀμουρὰτ Πεὶς παρέπεσε ταύτῃ μετὰ δυνάμεως βαρείας καὶ παρολίγον ταύτην ἐκράτει, εἰ μὴ ἡ ὑπέραγνος Μήτηρ τοῦ Κυρίου ταύτην ἐφύλαξε, συγγραφεῖσα παρὰ κυρίου Ἰωάννου τοῦ Κανανοῦ

1. «Μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακηρύττειν

ἔνδοξον»· εἶπε γὰρ ὁ ἄγγελος τῷ Τωβήτ. Τοῦτο νῦν καὶ ἐμὲ λίαν ὠθεῖ καὶ θαρρύνει καὶ τολμηρὸν ποιεῖ κήρυκα, ὅπως τὸ πανθαύμαστον θαῦμα τῆς Παναγίας μου διηγήσομαι. Ἐκκόπτει δ' ἐμὲ ἡ ἀπειρία τοῦ λόγου, ἀντωθεῖ δ' ἐμὲ πάλιν καὶ ἕλκει τὸ ἴδιον τῆς ὀρέξεως, τὸ ἀνθρώπινον πάθος. Καὶ ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ, καὶ ἀπὸ τούτων τὴν ἱστορίαν ἠρξάμην. Καὶ δέομαι τοὺς ἀναγινώσκοντας ταύτην καὶ τῶν γραμμάτων τὴν πεῖραν ἔχοντας, μήτε τὸν κόρον τοῦ λόγου ἀκηδιάσωσι μήτε τὴν σολοικοβάρβαρον καταγνώσονται φράσιν, ἐπεὶ κἀγὼ τῆς ἀπειρίας μου τῶν γραμμάτων ὁμολογῶ τὴν ἀσθένειαν. Ἀλλὰ οὐδὲ διὰ σοφοὺς ἢ λογίους ἔγραψα ταῦτα, ἀλλὰ διὰ ἰδιώτας καὶ μόνον, ὡς καὶ ἐγὼ ἰδιώτης, ἵνα οἱ ἰδιῶται ὡς ἰδιῶται ἀπεριέργως καὶ ἀκαταγνώστως ἀναγινώσκουσι ταύτην. ∆ιὰ δὲ δὴ ταῦτα πάντα τολμηρὸς ἐγενόμην γραφεύς τε καὶ κῆρυξ, καὶ τὸ πολυθρύλητον θαῦμα τῆς Παναγίας καὶ τὴν καθ' ἡμῶν τῶν Ἀγαρηνῶν ἐπιδρομὴν καὶ τὴν πολιορκίαν τῆς πόλεως ἱστόρησα κατὰ τὴν τοῦ λόγου μου δύναμιν, καὶ ἀπὸ τούτων ἠρξάμην.

2. Ἐν ἔτει τριακοστῷ δευτέρῳ τῆς ἡγεμονίας τῶν βασιλέων Μανουὴλ τοῦ Παλαιολόγου καὶ τοῦ υἱοῦ αὐτοῦ Ἰωάννου, ἐν τῷ ἑξακισχιλιοστῷ ἐννακοσιοστῷ τριακοστῷ ἔτει, ἰνδικτιῶνος πεντεκαιδεκάτης, δεκάτῃ μηνὸς Ἰουνίου, ἡμέρᾳ τρίτῃ, τῆς ἡμέρας ὥρᾳ δευτέρᾳ, κατέδραμεν αὖθις ἄφνω στρατιὰ καθ' ἡμῶν Μουσουλμάνων, δὶς πέντε τὸν ἀριθμὸν χιλιάδες, ἔχοντες καὶ στρατάρχην ἄνδρα μανὸν καὶ αἱματοβόρον, καὶ τὸ ὄνομα τούτου Μιχάλπαις ἐκαλεῖτο, καὶ πᾶσαν πόλιν καὶ χώραν τὴν ὑπὸ τὴν βασιλικὴν ἐξουσίαν ἐν μιᾷ καιροῦ ῥοπῇ ὑπὸ τὴν ἑαυτῶν ἐποιήσαντο, καὶ ἡμᾶς ἀπεστέρησαν τῆσδε τῆς πόλεως πάντα τὰ πλησίον, καὶ ταύτης τὰ χωρία ἔφθειραν, ἐλεηλάτησαν, ᾐχμαλώτευσαν, καὶ τοὺς μὲν τῶν ἀνδρῶν κατέσφαξαν, τοὺς δὲ καὶ πόρρω τοῦ Ἰκονίου καὶ Ἀρατζάπητας Κύφας διαβιβάσαντες, τὰς δὲ γυναῖκας ἀσελγῶς αἰσχρουργήσαντες, τὰ δὲ βρέφη εἰς περιτομὴν τῷ Μωάμεθ προσέφερον, καὶ πᾶν ζῶον ὑπόζυγον καὶ ἀζύγων διέφθειραν καὶ ἠφάνισαν. Τὴν δὲ ζημίαν τῶν γεννημάτων καὶ τῶν ἀμπελώνων τὴν λύμην τίς ἄρα καὶ ποία δυνήσεται γλῶσσα ταύτην ἐξιχνιάσαι; Καὶ γὰρ ἐν τῷ καιρῷ τῆς συγκλείσεως ἀπαραπροσδοκήτως κατέδραμον καὶ ἡμᾶς ἀπέκλεισαν, καὶ ὑπὸ τὴν δεσποτείαν αὐτῶν πάντα τὰ ἔξω ἐγένοντο. Τὸ δὲ καὶ πῶς καὶ πόθεν καὶ δι' ἥντινα ἡ συμφορὰ καὶ φθορὰ καὶ ταῦτα τὰ δεινότατα χαλεπὰ τοῖς δυστυχοῖς καὶ ἀθλίοις ἐπέβη Ῥωμαίοις σιωπᾶν ἡμῖν ἄμεινον ἔδοξεν. Τῆς δὲ πικροτάτης μάχης ἐκείνης καὶ τοῦ φρικτοτάτου πολέμου τὸ πέρας χρὴ διηγήσασθαι.

3. Τὸ μὲν γὰρ πρῶτον στράτευμα τῶν Μουσουλμάνων ἐκείνων τῇ δεκάτῃ τοῦ Ἰουνίου κατέδραμε καὶ ἡμᾶς ἀπέκλεισεν, ὡς προέφημεν, τῇ δὲ εἰκοστῇ τούτου ἑτέρα ἐφάνη στρατιὰ Μουσουλμάνων ὡς νέφος χαλάζης πλῆρες καὶ τετρυγὸς ὀλέθριον καὶ πᾶσαν καὶ παντοίαν τὴν ὑπὸ τῶν Ῥωμαίων ἠμαύρωσαν γῆν, καὶ ὡς φλὸξ ἀστραπῆς καιομένης πάντα κατέκαυσε καὶ ἐνεπύρισε, καὶ πᾶν ξύλον κάρπιμον καὶ δένδρον εὔκαρπον καὶ τὰς κουρβούλας τῶν ἀμπελώνων ἐκ ῥίζης ἀπέτεμον, καὶ πᾶν ἄλλο δεινὸν καὶ ὀλέθριον καθ' ἡμῶν ἐποιήσαντο. Ὁ δὲ στρατάρχης ὁ μέγας καὶ πάντων ἐκείνων ἀμηρᾶς καὶ δεσπότης ἔφθασεν. Ἦλθε μανὸς καὶ ἠγριωμένος, ἀλαζὼν