1
Adversus Aphthartodocetas
I. 1. Εἰ ἄφθαρτον φύσει τὸ σῶμα τοῦ Χριστοῦ καὶ φθορᾶς ἀνεπίδεκτον, πῶς ἡμῖν ὁμοούσιον, περὶ ὧν εἴρηται· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ γὰρ ἐκ μεταβολῆς γενόμενον ἄφθαρτον φύσει ἔχει τὴν φθοράν. 2. Ἀλλ' ἴσως ὁ δι' ἐναντίας ἐρεῖ· Ἐὰν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχον πρὸ τῆς ἀναστάσεως τοῖς νῦν τῶν ἀνθρώπων σώμασιν οὖσι φθαρτοῖς οὐκ ἔστιν ὁμοούσιον, ἆρα καὶ ὑμεῖς οἱ ὁμολογοῦντες μετὰ τὴν ἀνάστασιν ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ, οὐκέτι φατὲ αὐτὸ ἡμῖν ὁμοούσιον; 3. Πρὸς οὓς ἀποκριτέον ὅτι κατὰ τοῦτο τοῖς ἡμετέροις ἐστὶν ὁμοούσιον· ὥσπερ γὰρ δεκτικὸν ὑπάρχον ἀφθαρσίας, ἄφθαρτον γέγονεν ἐκ φύσεως φθαρτῆς, οὕτως καὶ τὰ ἡμέτερα, φύσει ὄντα φθαρτά, ἐν τῇ ἀναστάσει ἄφθαρτα γενήσεται. Καὶ εἰ ἄφθαρτον ἦν τὸ σῶμα τοῦ Χριστοῦ, πῶς διῃρέθη τῇ λόγχῃ; Τῶν γὰρ διαιρουμένων ἴδιον τὸ φθείρεσθαι, εἰ καὶ μὴ φθείροιντο πολλάκις βουλήσει θεοῦ συγκροτούμενα, ὡς καὶ τὸ τοῦ κυρίου σῶμα φθαρτὸν ὑπάρχον φύσει τῇ τοῦ λόγου ἐπιβάσει κατὰ τὴν οἰκείαν φύσιν οὐκ ἐφθάρη διαλυθὲν ἐν τῷ τάφῳ εἰς τὰ ἁπλᾶ ἐξ ὧν συνετέθη. 4. Ὅτι δὲ φθαρτὸν φύσει ἐβούλετο ὁ θεὸς λόγος σαρκωθεὶς εἶναι τὸ οἰκεῖον σῶμα καὶ ὅτι τὸ ἡμέτερον ἀνέλαβε καὶ δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ τοῖς πᾶσιν ἡμῖν σωτηρίαν προξενῶν, δι' ὧν ἤρξατο ποιεῖν τε καὶ διδάσκειν καὶ δωρεῖσθαι τὰ ὑπὲρ φύσιν τοῖς ἀνθρώποις, φησὶν ὁ μακάριος Κύριλλος ἐν τῷ πρώτῳ κεφαλαίῳ περὶ ἐνανθρωπήσεως· «Εἶτα γέγονεν ἁμαρτίας ἐλεύθερος, ἵνα ἐν αὐτῷ καὶ μόνῳ τοῖς τῆς ἀναμαρτησίας αὐχήμασιν ἡ ἀνθρώπου φύσις στεφανουμένη καταπλουτήσῃ τὸ πνεῦμα τὸ ἅγιον», καὶ πάλιν πρὸς τὰς βασιλίδας, κεφάλαιον κγʹ· | «Καὶ καθὸ φύσει καὶ ἀληθῶς ἐστι θεός, δέχεται μὲν ἀνθρωπίνως οὐχ ἑαυτῷ μᾶλλον, ἀλλὰ τῇ τοῦ ἀνθρώπου φύσει δι' ἑαυτοῦ καὶ ἐν αὐτῷ πρώτῳ προξενῶν αὐτό, δίδωσι δὲ θεϊκῶς ἐξ ἰδίας αὐτοῦ φύσεως τοῖς ἀξίοις τοῦ λαβεῖν». 5. Πρὸς τούτοις τοῖς ἀγαθοῖς εἰς ὑπογραμμὸν ὡς γραφὴν καὶ διδασκαλίαν ἡμῶν τὸ ἡμέτερον ἀνέλαβε σῶμα. Πῶς δὲ ἡμῖν ὑπογραμμὸν τοῖς φθαρτὸν ἔχουσι σῶμα, αὐτὸς δὲ ἄφθαρτον καὶ καθ' ἡμᾶς λοιπὸν δοκήσει καὶ οὐκ ἀλη- θείᾳ; Ὅμοιον γάρ ἐστι τοῖς δογματίζουσιν ἄφθαρτον Χριστὸν εἰληφέναι σῶμα τοῖς λέγουσι φαντασίαν τὴν οἰκονομίαν. 6. Ἐπεὶ οὖν μετὰ τὴν παράβασιν φύσει φθαρτὸν Ἀδὰμ γέγονε τὸ σῶμα διὰ τὸν ἐκ θεοῦ ὅρον, ὃς μετὰ τὸν Ἀδὰμ διέδραμεν εἰς ὅλον τὸ γέ- νος ἡμῶν, τοῦτο τὸ φθαρτὸν βουλόμενος σῶσαι Χριστὸς ἀνείληφε σῶμα. Πῶς γὰρ ἰατρείας ἀπέλαυε τὸ μὴ προσειλημμένον; 7. Εἰ δὲ τολμῶσι λέγειν ὡς οὐ γέγονεν ἡμῖν ὑπογραμμὸς σαρκωθεὶς ὁ λόγος- ἴσως μαχόμενοι πᾶσι τοῖς τῆς ἐκκλησίας διδασκάλοις καὶ αὐτοῖς Χριστοῦ μαθηταῖς καὶ ἀποστόλοις, πανταχοῦ γὰρ κηρύσσουσι τὸ ἡμῖν ὑπογραμμὸν γεγονέναι-πῶς δὲ αὔξει, εἰ ἄφθαρτον ἦν; Ἐν γὰρ φθαρτῇ μόνῃ οὐσίᾳ γίνεται ἡ ἐν ποσῷ ἀλλοίωσις. 8. Ἐπεὶ οὖν μὴ νοοῦντες προβάλλονται λόγιον γραφι- κὸν ὅτι εἴρηται Ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθοράν, εἰσὶν ὄν- τως μὴ νοοῦντες. Οὐ γὰρ εἶπεν ἄφθαρτον φύσει, ἀλλ' ὅτι φθαρτὸν