1

 2

 3

 4

 5

1

De mansuetudine sermo

Τοῦ αὐτοῦ περὶ πραότητος. 63.549

αʹ. Οἶμαι πάντας ὑμᾶς ἐπίστασθαι σαφῶς, ὅτι προσήκει τοὺς τῶν λογίων τοῦ Θεοῦ συνετῶς ἀκούοντας, ἦθος ἀγαθὸν καὶ τρόπων ἀρετὴν ἀσκεῖν. Τοῦτο γάρ ἐστιν ᾧ μάλιστα διαφέρουσιν οἱ δοῦλοι τοῦ Χριστοῦ τῶν τὴν ἀλήθειαν ἀγνοούντων, τῷ χρηστότητι συζῇν καὶ βίον ἄξιον τῆς εὐσεβείας παρέχεσθαι. Τοὺς μὲν γὰρ τὸν Χριστὸν ἀγνοοῦντας οὐδὲν ἀπεικὸς πονηρούς τε εἶναι καὶ μοχθηροὺς τὸν τρόπον· ὁ δὲ τοῦ Χριστοῦ δοῦλος ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος καλείσθω μᾶλλον, ἢ τοῦ παρὰ τῶν γονέων αὐτῷ τεθέντος ὀνόματος. Οὐ γὰρ οὕτως ἀγαπᾶ63.550 ται παρὰ τοῦ Θεοῦ τὸ τῶν ἀνθρώπων γένος, οὐκ ἀπὸ παρθενίας, οὐκ ἀπὸ νηστείας, οὐκ ἀπὸ τοῦ τῶν χρημάτων καταφρονεῖν, οὐκ ἀπὸ τοῦ προθύμως χεῖρα τοῖς δεομένοις ὀρέγειν, ὡς ἀπὸ τῆς ἡμερότητος καὶ τῆς τῶν ἠθῶν εὐταξίας· καίτοι καὶ τὸ προθύμως ἐπαρκεῖν τοῖς δεομένοις οὐκ ἄλλοθεν οὐδαμόθεν, ἀλλ' ἀπὸ τῆς χρηστότητος περιγίνεται πᾶσι τοῖς τὸν Χριστὸν ἀγαπῶσι. Καὶ ὥσπερ ἐκ τῶν πηγῶν οἱ ῥύακες, οὕτως ἡ πρόνοια τῶν πτωχῶν ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος. Πᾶς γὰρ ἐπιεικής τε καὶ πρᾶος ῥᾳδίως εἰς φιλανθρωπίαν καθέλκεται, καὶ 63.551 οὐκ ἀνάσχοιτο περιιδεῖν τοὺς ἐν ἐνδείᾳ καθεστηκότας, ἑαυτοῦ νομίζων συμφορὰν τὴν πενίαν τῶν ἄλλων. Ἔστι τοίνυν φθόνος μὲν ἁπάντων κάκιστος· ἀνὴρ δὲ χρηστὸς καὶ πρᾶος οὐ παραδέχεται τῇ ψυχῇ τὸ πονηρὸν τοῦτο νόσημα, ἀλλὰ τοὺς εὐδοκιμοῦντας ἀδελφοὺς ὁρῶν, συγχαίρει καὶ συνήδεται, ἑαυτοῦ νομίζων εὐδοξίαν τὴν τῶν ἄλλων εὐδοξίαν, κοινὰ τὰ τῶν φίλων ἡγούμενος, ἐν μὲν τοῖς ἀγαθοῖς συγχαίρων, ἐν δὲ τοῖς λυπηροῖς συναλγῶν. Τοιαῦτα τὰ τῆς πραότητος δῶρα, τοιοῦτος ὁ βίος τῶν ἐν ἐπιεικείᾳ συζώντων· ὁ πρᾶος ὀρφανῶν πατὴρ, χηρῶν προστάτης, πενίας κηδεμὼν, ἀδικουμένων βοηθὸς, πανταχοῦ ποιῶν τοῦ δικαίου τὸ κράτος. Καὶ παιδίῳ πατὴρ αἰδέσιμος ὁ πραότητι συζῶν, καὶ παῖς πατρὶ, καὶ δοῦλος δεσπότῃ, καὶ τὸν δεσπότην οὐδὲν ἕτερον τῆς παρὰ τῶν οἰκετῶν εὐνοίας ἀπολαύειν ποιεῖ. Ὅταν γὰρ ἴδωσιν αὐτὸν ἐπιεικείᾳ χαίροντα, καὶ πράως ἅπασι προσφερόμενον, περὶ πολλοῦ ποιοῦνται καὶ θαυμάζουσι, πατέρα μᾶλλον ἢ δεσπότην τὸν κεκτημένον νομίζοντες. Φέρε δὴ, κατὰ δύναμιν ἡ μετέραν ἀκριβῶς ἐζετάσωμεν, ὅσα τοῖς ἐπιεικέσιν ἐκ τῆς τῶν ἠθῶν ἡμερότητος ἀγαθὰ περιγίνεται. Οὐκοῦν ὁ πρᾶος φίλος μὲν τοῖς ὁρῶσι, φίλος δὲ καὶ τοῖς ἀκοῇ γνωρίμοις· καὶ οὐδείς ἐστιν ὃς ἥμερον ἄνθρωπον ἐπαινούμενον ἀκούων, οὐκ ἂν ἐπιθυμήσειεν ἰδεῖν καὶ ἀσπάσασθαι καὶ συνεχῶς ὁρᾷν, ἐν κέρδους μέρει τὴν τοῦ τοιούτου φιλίαν ποιούμενος. Κἂν ὑπὲρ χρημάτων τινὲς πρὸς ἀλλήλους διενεχθῶσιν, ἐπὶ τὸν χρηστὸν καὶ πρᾶον ἐπείγονται, νομίζοντες πᾶσαν ἔριν καὶ φιλονεικίαν λυθήσεσθαι ταχέως ὑπὸ τῆς ἐκείνου χρηστότητος. Καὶ γὰρ ἂν συμβῇ τοὺς ἀνθρώπους φιλέχθρως ἔχειν πρὸς ἀλλήλους, ἡ τοῦ δικάζοντος ἡμερότης δυσωπεῖ γενέσθαι πράους τοὺς ῥᾳδίως εἰς ὀργὴν καὶ θυμὸν ἐκφερομένους. Ἂν δὲ ἄλλοι φανῶσί τινες εἰς φιλίαν ἄγειν τοὺς μαχομένους ἐθέλοντες, οὐκ ἂν δυνηθεῖεν αἰδέσιμοι φαίνεσθαι. Ἐφ' ἑκάστου γὰρ οἶμαι τῶν πραγμάτων σύμβουλος πιθανὸς ὁ πρῶτος τῶν πράξεων, ὧν ἔχεσθαι συνεβούλευσεν, ἁπτόμενος. Ὅταν οὖν ὁ τῆς ἐπιεικείας διδάσκαλος πρῶτος φανῇ τὰ παραγγέλματα βεβαιῶν, ἅμα τε ὤφθη καὶ τοὺς μεμηνότας ἡμέρωσε, καὶ οὐδὲν αὐτῷ δεῖ νουθεσίας καὶ λόγων, ἀλλὰ πρίν τι φθέγξασθαι, τὴν εἰρήνην εἰσήγαγεν. Καὶ ὥσπερ ἀκτὶς ἡλίου φανεῖσα, τὸ σκότος