1
De patientia et de consummatione huius saeculι
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ
τί τὸ τῆς ἡσυχίας ὠφέλιμον.
63.937 Λαμπρὸς ὁ βίος τῶν δικαίων· πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς; Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ, ὡς τῆς ἀνδρείας μητέρα· ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων· Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει· Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται. Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται. Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, Καὶ δῴη σοι τὰ αἰτήματα 63.938 τῆς καρδίας σου. Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ; τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν; Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ· ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ· ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.
Ἄκουσον τοῦ Παύλου λέγοντος· Ὃ δ' ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Σπεῖρον εἰς τὸ πνεῦμα, ἵνα θερίσῃς ζωὴν αἰώνιον· Ὁ γὰρ σπείρων εἰς τὸ σῶμα, φησὶν, ἐκ τοῦ σώματος θερίσει φθοράν. Ἄκουε τοῦ καλοῦ παραινέτου λέγον 63.939 τος· Σπείρατε ἑαυτοῖς δικαιοσύνην, τρυγήσατε καρπὸν ζωῆς· μὴ ὀλιγώρει ἐν τῷ κάμνειν, ἔμπροσθεν ὁρῶν τὴν ἐλπίδα. Ὅπου γὰρ ἀγῶνες, ἐκεῖ καὶ βραβεῖα· ὅπου πόλεμοι, ἐκεῖ καὶ τιμαί· ὅπου ἡ πάλη, ἐκεῖ καὶ ὁ στέφανος. Εἰς ταῦτα ἀφορῶν, ἐπάλειφε σεαυτὸν δι' ὑπομονῆς· ὑποφώνει σεαυτῷ πάντοτε μετὰ τῶν ἁγίων βοῶν· Ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον· Ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου, καὶ παρασκευάζου εἰς τὸν ἀγρόν· ἀγρὸς γάρ ἐστιν οὗτος ὁ βίος. Λάβε τὴν Παλαιὰν ∆ιαθήκην. Περίσφιγξον τὸ κτῆμά σου ἀκάνθαις. Ποίαις; Τῇ νηστείᾳ, τῇ προσευχῇ, τῇ διδασκαλίᾳ. Ἐὰν ἔχῃς τὸν φραγμὸν, οὐκ ἐμβήσεται τὸ θηρίον, τὸν διάβολον λέγω. Ὡς ἄμπελον καλὴν γεώργει σου τὴν ψυχήν. Καὶ ὥσπερ οἱ τοὺς ἀμπελῶνας φυλάσσοντες κροτοῦσι τῇ χειρὶ, βοῶσι τῇ φωνῇ, καὶ διὰ τῶν κτύπων ἱστῶσι τοὺς ἐπιβουλεύοντας· οὕτω καὶ σὺ βόησον τῇ προσευχῇ, ἀλάλαξον τῇ ψαλμῳδίᾳ, καὶ ἀποδιώξεις τὸ δολερὸν θηρίον, τὴν ἀλώπεκα, ἥτις ἐστὶν ὁ διάβολος· περὶ οὗ ἔλεγεν ἡ Γραφή· Πιάσατε ἡμῖν μικροὺς ἀλώπεκας, καὶ τὰ ἑξῆς. Τήρει πάντοτε τὸν Ἐχθρόν· ἐὰν ἔλθῃ κατατοξεῦσαί σου τὴν καρδίαν εἰς ἐπιθυμίαν ἄτοπον, καὶ ἐὰν κατασφενδονᾷν τὴν ψυχήν σου ἔλθῃ, προσβάλλων ῥυπαροὺς λογισμοὺς, ἀντίστησον τὸν θυρεὸν τῆς πίστεως, περιβαλοῦ τὴν περικεφαλαίαν τῆς ἐλπίδος, σπάσαι τὴν μάχαιραν τοῦ Πνεύματος, ἥτις ἐστὶ ῥῆμα Θεοῦ· καὶ οὕτως ὁπλιζόμενος κατὰ τοῦ Ἐχθροῦ, ὑπόμεινον, καὶ μὴ ὀλιγώρει ἐν τῷ πολέμῳ, ἀλλὰ νῆφε ἐν πᾶσιν. Ἐπιφέρει ὁ Ἐχθρὸς ποτὲ μὲν εὐρυχωρίας, ποτὲ δὲ θλίψεις. Πρὸς ὃ γὰρ δοκιμάζει τὴν διάθεσιν τοῦ ἀνθρώπου ἐγκειμένην, πρὸς αὐτὸ καὶ αὐτὸς στρατεύεται διὰ πανουργίας παρατάσσεσθαι.
∆ιὸ, ἀδελφέ μου, νῆψον ἀσφαλῶς, καὶ σπούδασον ἀεὶ τῇ ἀναγνώσει προσκολλᾶσθαι, ἵνα σε διδάξῃ πῶς δεῖ ἐκφυγεῖν τὰς παγίδας τοῦ Ἐχθροῦ, καὶ καταλαμβάνειν τὴν αἰώνιον ζωήν. Συστέλλει γὰρ ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν τὸν νοῦν πλανώμενον, καὶ δωρεῖται γνῶσιν εἰς Θεόν· γέγραπται γάρ· Σχολάσατε, καὶ