1
De sancto hieromartyre Babyla
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΒΑΒΥΛΑΝ 50.527 αʹ. Ἐγὼ μὲν ἐβουλόμην ἀποδοῦναι τὸ χρέος τήμερον, ὃ πρώην ἐνταῦθα γενόμενος ὑπεσχόμην ὑμῖν· ἀλλὰ 50.528 τί πάθω; Μεταξὺ φανεὶς ὁ μακάριος Βαβύλας, πρὸς ἑαυτὸν ἡμᾶς ἐκάλεσεν, οὐ φωνὴν ἀφεὶς, ἀλλὰ τῇ 50.529 λαμπηδόνι τῆς ὄψεως ἐπιστρέψας ἡμᾶς. Μὴ τοίνυν δυσχεράνητε πρὸς τὴν ὑπέρθεσιν τῆς ἀποδόσεως· πάντως ὅσῳ πλείων γίνεται ὁ χρόνος, τοσούτῳ καὶ ὁ τόκος ὑμῖν αὔξεται. Μετὰ γὰρ τόκου τὸ ἀργύριον τοῦτο καταβαλούμεθα· ἐπειδὴ καὶ ὁ παρακαταθέμενος αὐτὸ ∆εσπότης οὕτως ἐκέλευσε. Θαῤῥοῦντες οὖν ὑπὲρ τῶν δεδανεισμένων, ὡς καὶ τοῦ κεφαλαίου καὶ τῆς ἐργασίας μενόντων ὑμῖν, τὸ παρεμπεσὸν σήμερον κέρδος μὴ παραδράμωμεν, ἀλλὰ κατατρυφήσωμεν τῶν τοῦ μακαρίου Βαβύλα κατορθωμάτων. Ὅπως μὲν οὖν τῆς Ἐκκλησίας προέστη τῆς παρ' ἡμῖν, καὶ τὴν ἱερὰν ταύτην διέσωσε ναῦν, ἐν χειμῶνι, καὶ κλύδωνι, καὶ κύμασι, καὶ ὅσην πρὸς βασιλέα παῤῥησίαν ἐπεδείξατο, καὶ πῶς τὴν ψυχὴν ἔθηκεν ὑπὲρ τῶν προβάτων, καὶ τὴν μακαρίαν ἐκείνην ἐδέξατο σφαγήν· ταῦτα, καὶ τὰ τοιαῦτα, τοῖς πρεσβυτέροις τῶν διδασκάλων καὶ τῷ κοινῷ πατρὶ τῷ ἡμῶν ἀφήσομεν εἰπεῖν. Τὰ γὰρ ἀρχαιότερα τῶν πραγμάτων οἱ γεγηρακότες ὑμῖν δύνανται διηγεῖσθαι καλῶς· ὅσα δὲ νεωστὶ γέγονε, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἡμετέρας, ταῦτα ὁ νέος ἐγὼ πρὸς ὑμᾶς διηγήσομαι, τὰ μετὰ τελευτὴν λέγω, τὰ μετὰ τὴν ταφὴν τοῦ μάρτυρος, τὰ ἡνίκα ἐν τῷ προαστείῳ διέτριβε. Καὶ οἶδα μὲν, ὅτι γελάσονται τὴν ὑπόσχεσιν ἡμῶν Ἕλληνες, εἰ μετὰ τελευτὴν καὶ ταφὴν τὰ τοῦ ταφέντος καὶ διαλυθέντος εἰς κόνιν ὑπισχνούμεθα λέγειν ἀνδραγαθήματα· οὐ μὴν διὰ τοῦτο σιγήσομεν, ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μάλιστα ἐροῦμεν, ἵνα τὸ παράδοξον τοῦτο δείξαντες ἀληθῶς, τὸν γέλωτα εἰς τὴν ἐκείνων περιτρέψωμεν κεφαλήν. Ἀνθρώπου μὲν γὰρ ἁπλῶς οὐκ ἂν γένοιτο κατορθώματα μετὰ τελευτήν· μάρτυρος δὲ γένοιτ' ἂν πολλὰ καὶ μεγάλα, οὐχ ἵνα ἐκεῖνος λαμπρότερος γένηται οὐδὲν γὰρ αὐτῷ δεῖ τῆς παρὰ τῶν πολλῶν δόξης, ἀλλ' ἵνα σὺ μάθῃς ὁ ἄπιστος, ὅτι θάνατος μαρτύρων οὐκ ἔστι θάνατος, ἀλλὰ ζωῆς βελτίονος ἀρχὴ καὶ πολιτείας πνευματικωτέρας προοίμια, καὶ μετάστασις ἀπὸ τῶν ἐλαττόνων πρὸς τὰ βελτίω. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι γυμνὸν τοῦ μάρτυρος τὸ σῶμα πρόκειται τῆς ψυχικῆς ἐνεργείας ἔρημον· ἀλλ' ἐκεῖνο σκόπει, ὅτι τῆς ψυχῆς αὐτῆς ἑτέρα παρακάθηται μείζων αὐτῷ δύναμις, ἡ τοῦ ἁγίου Πνεύματος χάρις, πᾶσιν ὑπὲρ τῆς ἀναστάσεως ἀπολογουμένη, δι' ὧν θαυματοποιεῖ. Εἰ γὰρ νεκροῖς σώμασι καὶ διαλυθεῖσιν εἰς κόνιν μείζονα τῶν ζώντων ἁπάντων δύναμιν ὁ Θεὸς ἐχαρίσατο, πολλῷ μᾶλλον αὐτοῖς ζωὴν χαριεῖται βελτίω τῆς προτέρας, καὶ μακαριωτέραν κατὰ τὸν τῶν στεφάνων καιρόν. Τίνα οὖν ἐστιν αὐτοῦ τὰ κατορθώματα; Ἀλλὰ μὴ θορυβηθῆτε, ἂν μικρὸν ἀνωτέρω τὸν λόγον ἀγάγωμεν. Καὶ γὰρ οἱ τὰς εἰκόνας ἐπιδεῖξαι βουλόμενοι καλῶς, μικρὸν τοῦ πινακίσκου τοὺς θεωμένους ἀποστήσαντες, οὕτως αὐτὰς ἐκκαλύπτουσι, σαφεστέραν τῷ διαστήματι ποιοῦντες τὴν ὄψιν αὐτοῖς. Ἀνάσχεσθε τοίνυν καὶ ὑμεῖς εἰς τοὐπίσω τὸν λόγον ἀνελκόντων ἡμῶν. Ἐπειδὴ γὰρ ὁ πάντας ἀσεβείᾳ νικήσας Ἰουλιανὸς ἀνέβη ἐπὶ τὸν θρόνον τὸν βασιλικὸν, καὶ τῶν σκήπτρων ἐπελάβετο τῶν δεσποτικῶν, εὐθέως καὶ κατὰ τοῦ πεποιηκότος αὐτὸν τὰς χεῖρας ἀντῆρε Θεοῦ, καὶ 50.530 τὸν εὐεργέτην ἠγνόησε, καὶ κάτωθεν ἀπὸ τῆς γῆς πρὸς τὸν οὐρανὸν βλέπων ὑλάκτει κατὰ τοὺς μαινομένους τῶν κυνῶν, οἳ καὶ τῶν μὴ τρεφόντων, καὶ τῶν τρεφόντων ὁμοίως καταβοῶσι· μᾶλλον δὲ καὶ ἐκείνων ἀγριωτέραν