1

 2

 3

 4

1

In illud: Ignem veni mittere in terram

Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.

62.739 Αἱ τῶν νηπίων φιλότεκνοι μητέρες, μέχρι δ' ἂν πρὸς μείζονα ἡλικίαν καὶ

δυνατωτέραν οἱ νήπιοι αὐξηθῶσι, τὰς γαλακτοτρόφους πηγὰς τῶν μαζῶν προΐσχουσαι τοῖς φιλτάτοις, τὴν ἀκάματον τροφὴν τοῦ γάλακτος ὑφέλκειν αὐτοὺς κολακεύουσιν· ἐπειδὰν δὲ πρὸς μείζονα ἡλικίαν καὶ αἴσθησιν ἔλθωσιν, ὡς καὶ ὀδοῦσι λοιπὸν τὰ τρυφερὰ τῶν βρωμάτων λεαίνειν, πρότερον αἱ μητέρες τὸ σκληρὸν τοῦ ἄρτου συντρίψασαι, ἁπαλὴν καὶ τρυφε ρὰν, δίκην μυελοῦ, τὴν τροφὴν ἑτοιμάσασαι τῷ στό ματι αὐτῶν ἐνοικίζουσι. Τοιοῦτοί εἰσιν οἱ τῆς Ἐκκλη σίας διδάσκαλοι. Τοῖς γὰρ ἐπὶ τὴν ἕξιν τῆς φρονήσεως νηπιάζουσιν, οὐ δυσνόητα αὐτοῖς καὶ δυσδιάκριτα νοή ματα προσβάλλουσιν, ἀλλὰ, τρόπον μητέρων, τὴν θηλὴν τῆς διανοίας αὐτοῖς προσχαλάσαντες, τὸ ἄδολον τοῦ λό γου γάλα πραεῖ νεύματι ὑφέλκειν αὐτοὺς παρακαλοῦ σιν.

Εἶτα, ὁπόταν πρὸς μείζονα νοημάτων κατάληψιν οἱ νήπιοι αὐξηθῶσι τῇ φρονήσει, μειζόνων αὐτοῖς μυστη ρίων ἀποκαλύπτειν εἰώθασι νοήματα. Τοῦτο καὶ Παῦ λος ἐποίει· νηπίοις γὰρ τυγχάνουσι γράφων ἔλεγε· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Τὸν αὐτὸν τρόπον ὁ Κύριος ἡμῶν εἰσέτι καὶ νῦν ποιεῖ· πρὸς γὰρ τὸ μέτρον τῆς ἕξεως τῶν ἀκουόντων τὴν τῶν εὐαγγελικῶν νοημά των γραφὴν συσταθμησάμενος, ἐν ταῖς προλα βούσαις ἡμέραις, καθάπερ νηπίοις, ἁπαλὴν καὶ εὔλυτον τὴν τροφὴν τοῦ λόγου ἡμῖν παρέσχετο· νυνὶ δὲ τὸν νοῦν τῆς φρονήσεως ἡμῶν αὐξηθέντα σκοπήσας, μειζόνων ἡμᾶς συγχωρεῖ ἀπολαύειν διδαγμάτων. Τί γάρ φησι; Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἀλλ' οἱ μὲν νήπιοι ταῖς φρεσὶν οἴονται ἐληλυθέναι τὸν Κύριον ἐπὶ τὸ πυρὶ τὰ πάντα ἀναλῶσαι, καὶ μαχαίρα τοὺς πάντας κατα σφάξαι. Ἀλλὰ δεῦρο, καὶ ἡμεῖς τὰ αὐτὰ τοῖς νηπίοις νοήσαντες, τὰ τοῦ Κυρίου ῥήματα πρὸς τὸν Κύριον διαλεχθῶμεν, ἵνα τοῦ Κυρίου ῥήματα τοῖς νηπίοις δια πορθμεύσωμεν.

Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Πῦρ ἦλθες βαλεῖν ἐπὶ τὴν γῆν, Κύριε, καὶ οὐκ ἦλθες βα λεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Ἁμαρτία ἡμῶν κατ ηγωνίσατο, θάνατος ἡμῶν ἐκυρίευσε, γέεννα πυρὸς ἡμῖν ἠπείληται, τῶν ἐναγῶν δαιμόνων στρατόπεδον κατηγω 62.740 νίσατο ἡμῶν, καί σε ἀρωγὸν παρὰ τῶν προφητῶν ἀκούοντες ἐξεδεχόμεθα· καὶ ἐλθὼν λέγεις, Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Τρόπαιον παρ' ἡμῖν οὐχ ὑπῆρχε πί στεως, τῇ τοῦ διαβόλου παρατάξει οὐκ ἰσχύομεν· ὅπλον γὰρ ἡμῖν οὐχ ὑπῆρχε πίστεως· τὸν θώρακα τῆς δικαιοσύνης ἡμῶν ἔτι ὄντα τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐκδύσας ὁ διάβολος ἐγύμνωσε. ∆ιὸ ἕκαστος ἡμῶν γυ μνὸς βοηθείας ὑπάρχων πρὸς σὲ βοᾷ λέγων· ∆ίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολε μοῦντάς με· ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνά στηθι εἰς τὴν βοήθειάν μου· ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι· καὶ ἐλ θὼν πρὸς βοήθειαν ἡμῶν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; Καὶ ποῦ ἡ τῶν ἁγίων ἱκεσία ἡ περὶ εἰρήνης πρὸς σὲ γεγενημένη, τὸ, Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. Πάντα γὰρ ἀπέδωκας ἡμῖν. Εἰρήνην ἱκετεύσαμεν, γαλήνης ἐδεήθημεν, πόλεμον οὐκ ἠθελήσαμεν, μάχαιραν ἀπειπάμεθα· καὶ ἐλθὼν λέγεις, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; ∆εινὸν αὐτοῦ τὸ καθ' ἡμῶν