1
In natale domini nostri Jesu Christi
Εἰς τὴν γέννησιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
61.763 Ὁπόταν ἐκ χειμῶνος κρυεροῦ θερμὸν ἔαρ ἐκλάμψῃ, τότε καὶ ἡ γῆ χλοερὰν
πόαν προβάλλεται, καὶ τὰ δένδρα ἀνθοκόμοις πρέμνοις ὡραΐζεται, καὶ ὁ ἀὴρ ἡλίῳ καταλαμπόμενος ἀγλαΐζεται, καὶ πᾶς ὀρνίθων χορὸς, ἀνὰ τὸν αἰθέρα πετώμενος, ταῖς μελῳδίαις κλαγγάζει. Τότε καὶ οἱ ἐν τοῖς ὄρεσιν οἰκοῦντες βουνόμοι τε καὶ ποιμένες, τῶν καλυβῶν ὑπεξελθόντες, τῷ τοῦ ἀέρος κάλλει τὰς ὄψεις μεταῤῥυθμίζουσι, καὶ ταῖς τῶν καλλιφώνων ὀρνέων κλάγγεσι πολυφθόγγοις δόναξιν ἀντίμιμα λυρῳδοῦντες, τὰς τῶν ἀλόγων προβάτων αἰσθήσεις ἡδύνοντες, ἐπὶ τὴν πόαν τοὺς ἄρνας πράῳ τῷ βήματι φέρουσι.
Τότε καὶ γεωργὸς, τὴν δρεπάνην ἐν τῇ σκηνῇ θήξας παρὰ τὴν πέτραν, ἐπὶ τὸν ἀμπελῶνα πορεύεται κεῖραι τῆς ἀμπέλου τὸ ἄγονον κλῆμα. Τότε καὶ πελάγιοι πλωτῆρες, ἄζαλον ὁρῶντες τὸ πέλαγος, τὴν χέρσον λιπόντες, ξύλῳ καὶ ὕδατι καὶ πνεύματι τὰς ἑαυτῶν ψυχὰς καταπιστεύσαντες, τοῖς τῆς θαλάσσης κυπρίζοντες νώτοις, ἀφόβως ἐφίπτανται. Καὶ ἁπαξαπλῶς, ἵνα μὴ ἐν τῷ προλόγῳ μηκύνω τὸν λόγον, πᾶσα τέχνη, καὶ πᾶν ἐπιτήδευμα πρὸς τὴν χρείαν τῆς ζωῆς τοῖς ἀνθρώποις πεποιημένον, τοῦ γαληνοῦ ἀέρος ἐκλάμψαντος, ἀκώλυτον ἔχει τὴν κίνησιν πρὸς τὴν τῆς ἐργασίας ὁρμήν. ∆εῦρο τοίνυν, ἐπειδὴ καὶ ἡμῖν τὸ οὐράνιον ἔαρ Χριστὸς ἐκ παρθενικῶν λαγόνων ἀνέτειλε, καὶ τὰς ψυχρὰς καὶ ζαλώδεις ὁμίχλας τοῦ διαβόλου διεσκέδασε, καὶ τὰς καθευδούσας τῶν ἀνθρώπων καρδίας ταῖς θεϊκαῖς αὐτοῦ ἀκτῖσιν ἐκ τοῦ καπνοῦ τῆς ἀγνωσίας διύπνισεν, ἐπὶ τὴν οὐράνιον καὶ μακαρίαν δόξαν τὸν νοῦν ἡμῶν παροξύνωμεν.
Ἀλλ' ἱστᾷ μου τὸν δρόμον τῆς γλώττης ἡ Χριστοῦ γέννα, θεότητα ἀπαστράπτουσα, καὶ πρὸς ἑαυτὴν ἐπισπᾶται. Ὅταν γὰρ ὑπ' ὄψιν ἑαυτοῦ ἀγάγω τὸ βρέφος τὸ ἐκ τῆς Παρθένου τεχθὲν, καὶ τὴν παρθένον ἄνευ ἀνδρὸς, καὶ μετὰ τόκον παρθένον 61.764 τυγχάνουσαν, πολυπραγμονῶ τὸ ἔργον, καὶ μὴ εὑρίσκων τὸν τρόπον, τῇ πίστει σφραγίζω τὸ πρᾶγμα. Πῶς γὰρ οὐκ ἔστι θαυμαστὸν ἀληθῶς καὶ πᾶσαν ὑπερβαῖνον ἔννοιαν, τὸ παρθένον γεννῆσαι, καὶ παρθένον εὑρεθῆναι μετὰ τὸν τόκον; Καὶ ὅτι ἐγέννησε, τὸ κυηθὲν βρέφος ἤλεγχε· καὶ ὅτι μετὰ τὴν κύησιν παρθένος ἐτύγχανεν, ἡ οἰκεία αὐτῆς τοῦ σώματος φύσις ἐδίδασκεν. Ἴδε οὖν μυστήριον ὁρατὸν καὶ ἀόρατον, κρατούμενον καὶ μὴ κρατούμενον, ψηλαφώμενον καὶ μὴ εὑρισκόμενον. Τίς γὰρ οὐχ ἑώρα καὶ ἐκράτει καὶ τὸ βρέφος καὶ τὴν μητέρα; τίς δὲ ὁρῶν τὴν μητέρα παρθένον, καὶ τὸ βρέφος παρθένου τέκνον, τὸ μυστήριον πολυπραγμονῶν ἐξευρίσκει; Ὢ μυστηρίου ἀληθῶς ἐπουρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου! Τοιοῦτος γὰρ ἦν, καὶ ὁ γεννηθεὶς Χριστὸς σήμερον, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος· οὐράνιος κατὰ τὴν τῆς θεότητος φύσιν, ἐπίγειος κατὰ τὴν τῆς ἀνθρωπότητος σχέσιν, ὁρώμενος κατὰ τὴν σάρκα, ἀόρατος κατὰ τὸ πνεῦμα, κρατούμενος κατὰ τὴν σάρκα, ἀκράτητος κατὰ τὸν Λόγον.
Ἀλλὰ Χριστὸς μὲν Θεὸς ὢν παντοδύναμος. ὡς ἐβούλετο, τῷ ἰδίῳ κόσμῳ τεχθεὶς ἐπεφάνη· ἐκπλήττει δέ μου πλεῖον τὸν νοῦν ἡ τῆς Παρθένου ὠδὶν, ὅτι Παρθένος οὐκ ἐξ οὐρανοῦ κατελθοῦσα, ἀλλ' ἐκ σπέρματος ∆αυῒδ ὁρωμένη, οὐκ ἐκ πνεύματος τυγχάνουσα, ἀλλ' ἐκ σώματος καὶ ψυχῆς συνιστῶσα, ἐν γαστρὶ ἐλάμβανε; καὶ ὁ ὄγκος τῆς γαστρὸς κατηγόρει τοῦ πράγματος, καὶ ὁ τοῦ ἔνδοθεν βρέφους σπορεὺς οὐκ ἐφαίνετο. Οὐρανὸν γὰρ κατοικεῖ, καὶ τὸ βρέφος ἐν τῇ παρθενικῇ νηδύϊ