In uxorem Job et in proditionem Judae (homilia 6)

 φωνὴν πρῶτον οἱ μαθηταὶ ἀκούσαντες λύπῃ κατηνέχθησαν καὶ ὃν κατεῖχον ἄρτον κατέλιπον· εἷς ἕκαστος αὐτῶν ὑπὸ τοῦ συνειδότος ἐλαυνόμενος προσῄει τῷ κυρί

 τοὺς πόδας ἔνιψε τοῦ κυρίου, αὕτη τὴν κεφαλὴν ἤλειψε τοῦ κυρίου. Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Ὑπερηκόντισεν αὕτη πάσας τὰς γυν

 

In uxorem Job et in proditionem Judae (homilia 6)

Λεοντίου πρεσβυτέρου Κωνσταντινουπόλεως λόγος εἰς τὴν προδοσίαν τοῦ Χριστοῦ

Ὥσπερ κανόνος παρατεθέντος τὸ στρεβλὸν τῶν ξύλων ἐλέγχεται, οὕτω τῆς δεσποτικῆς ταύτης πέμπτης παρούσης οἱ τὸ ἀδιάλυτον λύοντες δημοσιεύονται. Ποῦ τῆς καθημερινῆς συσφίγξεως τὰ σκιρτήματα; Ἐκκλησιῶν καπηλεῖα προκρίνονται καὶ λουτρὰ θυσιαστηρίου. Εὐθέως ὄνομα βεβαιοῦν τῶν ἀκρίτων τὴν πρόθεσιν. ∆ιαλύεις, εἰπέ μοι, τὴν νηστείαν; Ὅπου τὸ καλόν, σύσφιγξον καὶ μὴ λύσῃς· ὅπου φαῦλον, λῦσον μὴ σφίγξῃς. Τί τὸ κινοῦν σε πρὸς διάλυσιν τῆς νηστείας, φίλε; Εἰ μὲν διὰ σαρκὸς ἀσθένειαν μετέχεις οἴνου, ἀπόλαυε καὶ σήμερον· οὐδὲν γὰρ ὑπὲρ δύναμιν παρὰ σοῦ ζητεῖ ὁ θεός. Εἰ δὲ ἐν ταῖς παρελθούσαις ὑδροποτήσας σκληροφαγίαν μετῆλθες, καὶ σήμερον ὑπόμεινον, ἵνα μὴ ἐν τῷ λιμένι ναυαγήσῃς. Ὃ οὐ θέλεις παθεῖν μὴ ποιήσῃς. Οἷόν τι λέγω· παρατίθει πολλάκις βαλλάντιον ἐσφραγισμένον μαργαριτῶν πεπληρωμένον· ἐὰν ὁ δεξάμενος τοῦτο ὡς παραθήκην ἐκ πλαγίων λύσας τὸ βαλλάντιον ἀφέληται μαργαρίτην, οὐ παραδίδως, οὐ τιμωρῆσαι τοῦτον , οὐχ ὡς ἄπιστον δημοσιεύεις; Τὸν αὐτὸν τρόπον ὁ τῶν πάντων θεὸς ἐπίστευσέ σοι τὸ βαλλάντιον τῆς νηστείας, ἐν ᾧ οἱ μαργαρῖται τῆς ἀπολαύσεως ἐσφραγισμένοι τῷ δακτύλῳ τοῦ ἁγίου πνεύματος· μὴ ἀφέλῃ, μὴ διαλύσῃς, μὴ διὰ μίαν ἡμέραν ἢ ὥραν τῶν στεφάνων ἀποτύχῃς. Τί τὸ κινοῦν σε πρὸς διάλυσιν; Οὐδεὶς σήμερον εὐφραίνεται, εἰ μὴ ὁ διάβολος καὶ οἱ τούτου σύνδρομοι Ἰουδαῖοι. Οὐκ ἤκουες ἀρτίως πῶς Ἰουδαίων παῖδες συναχθέντες εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως ἅμα τοῖς πρεσβυτέροις συμβούλιον ἔλαβον πῶς τὸν Ἰησοῦν κρατήσωσι καὶ ἀποκτείνωσι δόλῳ; Σήμερον ὁ δεσπότης Χριστὸς λύπῃ συνέχεται, διὰ πάντων γὰρ πληροῖ τὰ ἀνθρώπινα μέτρα· σήμερον οἱ μαθηταὶ ἐναγώνιοι γίνονται, ἄνθρωποι γάρ εἰσι δειλίαν ἠμφιεσμένοι· σήμερον ἡ κτίσις ἐν πένθει τοῦ κτίστου πάντων ὑβριζομένου , καὶ σὺ ἐν μέθῃ καὶ ἐν κραιπάλῃ καὶ ἐν τοῖς ἐναντίοις πράγμασι διατελεῖς; Μὴ ὑβρίσῃς τὴν ἑορτήν, ὧ φίλε· μὴ ἀθετήσῃς τὴν ἀνάστασιν, μὴ δύο πάσχα ποθήσῃς, μὴ προφασίσῃ τὸ μυστήριον· οὐκ ἔστιν ὃ βλέπεις, οὐκ ἔστι βρῶσις καὶ πόσις. ∆ιὰ τοῦτο μυστήριον λέγεται, ἐπειδὴ πρὸς κόρον οὐ δίδοται. Στόμωμα ψυχῆς ὑπάρχει τὸ μυστήριον, σωφροσύνης ἀρραβών, φιλίας σύσφιγξις, διεστώτων ἕνωσις· σαρκοφαγεῖς, οὐκ ἀρτοφαγεῖς· αἱμοποτεῖς, οὐκ οἰνοποτεῖς. Ἤκουες ἀρτίως· ἡ παραναγνωσθεῖσα ἡμῖν γυνὴ ἐν τοῖς θείοις εὐαγγελίοις, αὕτη μύρον κατέχεεν· μὴ γὰρ οἶνον ἐξέχεεν; Ἀρτίως ὁ δεσπότης Χριστὸς τὸ μυστήριον παρέδωκεν· μὴ γὰρ μεθυστήριον; Οὐδεὶς ἐμεθύσθη σήμερον, εἰ μὴ μόνον ὁ Ἰούδας μέθην ψυχοφθόρον. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος· Ὀψίας δὲ γενομένης συνανέκειτο ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ. Ὢ τῶν παραδόξων πραγμάτων, ὢ τῆς τοῦ κυρίου φιλανθρωπίας. Καὶ τὸν Ἰούδαν ἑαυτῷ συνανέκλινεν. Οὐκ ἔδει τὸν προδότην ἀπώσασθαι; Συνανεκλίθη αὐτῷ. ∆ιὰ τί; Ἵνα μὴ πρόφασιν εὕρῃ τῆς προδοσίας. Εἰ μὴ συνανέκλινεν αὐτὸν μετὰ τῶν λοιπῶν μαθητῶν, ἤμελλε λέγειν ὁ Ἰούδας ὅτι Ἠθετήθην, ἐξουθενήθην, καὶ διὰ τοῦτο ἐπὶ τὴν κυριοπρασίαν ἤλασα. Ὅπως οὖν πανταχοῦ τὴν πρόφασιν αὐτοῦ θερίσῃ, καὶ αὐτὸν σὺν τοῖς μαθηταῖς ἀνακλίνει. Ἐν αὐτῷ δὲ ὁ κύριος καὶ τὸ προγνωστικὸν πᾶσιν ὡς θεὸς μηνύων τοῖς συνανακειμένοις

1 , ἔλεγε τοῖς μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, εἷς ἐξ ὑμῶν παραδώσει με. Ταύτην τὴν πικρὰν