De Euripide et Georgio Piside judicium ̔Ο αὐτὸς ἐρωτήσαντι "Τίς ἐστίχιζε κρεῖττον, ὁ Εὐριπίδης ἢ ὁ Πισίδης;"
῎Α̣μφω μὲν εὔχρησ̣τοι τ̣ο̣ῦ γε μέτρου καὶ τῆς ποιήσεως ἕνεκα, καὶ ὁ Φλιάσιος Εὐριπίδης ὁ τραγικὸς καὶ ὁ τ̣ῶν Πισιδῶν Γ̣εω´̣ργιος, ὃς τὸ ἰαμβικὸν μέτρον παρὰ τοὺς πολλοὺς τοὺς αὐτῷ <ἑπομένους> η᾿̣κ̣ρίβωσε· ἐπεὶ δ' ἐποίησε τὸν α̣ὐτὸν λόγον οὕτως εἰπεῖν ὁμοιότατον, δυσχερὴς ἡ διάκρισις̣ πω῀̣ς̣ α᾿̣λλήλ̣οιν διαφέρετον καὶ τίς ἅτερος θατέρου καλλίων. περὶ δὲ τὰς ἀμφοτέρα̣ς̣ τέχνας εἴ τις καὶ τὴν ἐπιστήμην ἔχει τὴν μετρικὴν καὶ τὴν περὶ τοὺς ῥυθμοὺς ἀξιόλογ̣ον, τὴν περὶ τὰ μέτρα καὶ τοὺς πόδας ὑψηλόνουν καὶ θεωρητικόν, οὐ πάνυ χαλεπὸν εὑρεῖν τινα ε᾿̣ν̣ α᾿̣μ̣φοτέροις διαφο̣ρα`̣ν̣ καὶ δοῦναι τῷ ἑτέρῳ τὰ νικητήρια κατὰ τοῦ ἑτέρου. Τοῦτο δὲ παντὸς ἕνεκα προκείσ̣θ̣ω τοῦ λόγου ὁ´̣τι τὰ μέτρα καὶ οἱ ῥυθμοὶ ἑτερότητας μυρίας παρὰ τοὺς χρόνους ἐδ̣έξαντο· οὐ γ̣ὰρ τὸ ἡρωϊκὸν μέτρον τὴν ἀρχαίαν νῦν σῴζει μεγαλοπρέπειαν, ο̣ὐ´̣τ̣ε̣ ἐν το̣ι῀̣ς̣ α᾿̣κ̣ριβεστάτοις μέτροις ἵσταται, ἀλλὰ τῷ δακτυλικῷ καὶ σπονδειακῷ καὶ ἰθυφαλλικὰ μέτρα καὶ τῶν ἰάμβων συζυγίαι ἀναμεμίχαται, οὔτε τὸ ἰαμβικὸν μέτρον τὰς αὐτὰς ἀναπαύσεις καὶ τοὺς αὐτοὺς ῥυθμοὺς καὶ τὴν αὐτὴν συνθήκην τοῖς προτέροις ἔχον προφαίνεται, ἀλλὰ θεατρ̣ικω´̣τερον νυ῀̣ν̣ ἐστι καὶ ὥσπερ ἐπὶ ὀρχήστρας ἀπηναισχύντηκε, καὶ πάσης μὲν ὑπεράλλεται β̣άσεως, παντὸς δὲ ῥυθμοῦ ὑπερίπταται, καὶ μόνον νῦν ζηλωτὸν τὸ ἀΐττον τοῦ μέτ̣ρο̣υ̣ καὶ ἰαμβόκροτον. ἡ μέντοι τραγικὴ ποίησις διαφόροις τε ῥυθμοῖς κοσμουμένη καὶ μέτρα ποικίλα λ̣αμβάν̣ο̣υ̣σ̣α οὐ <διὰ> παντὸς ἐξορχεῖται τὰς ὑποθέσεις οὐδ' ὑπεράλλεται, ἀλλ' ἔστι μὲν οὗ καὶ τοὺς εὐκρότους ἤχους ζηλοῖ κα̣ι`̣ τὴν ποδικὴν εὐρυθμίαν προκρίνει καὶ τοῦ λόγου τὰς ἐμμέτρους συζυγίας ἀσπάζεται, ὅπῃ δὲ δόξει τῷ ποιητῇ, μεταβάλλε̣τ̣α̣ι̣ τοῦ τόνου καὶ τὸν ῥυθμὸν ἐξαλλάττει, καὶ ποτὲ ἔστιν οὑ῀̣ ἁρπάζετα̣ι ὁ ῥυθμός, ποτὲ δὲ βαίνε̣ι̣ ε᾿̣πὶ τρισυλλάβου ἢ τετρασυλλάβου τῆς βάσεως τῆς μετρικῆς, καὶ ὁ ῥητορικὸς λόγος ἐν μὲν τῷ κάλλει, φ̣η̣μὶ δὴ τῇ ἰδέᾳ, ῥυθμίζ̣ει πως τὸν ···π··· μουσικωτέρους ῥυθμούς, ἐν δέ γε ταῖς λοιπαῖς ἰδέαις μάλιστα ἐντραχύνε̣ι̣, φημὶ δὴ τραχέα γε τὰ μ̣έτρα τίθησι̣, καὶ τραχύνει τὴν α᾿̣κ̣ο̣η´̣ν̣.
῾Ο̣ γοῦν Εὐρι̣πίδης τὴν ποίησι̣ν̣ ὡς οὐδεὶς ἀ´̣λλος α᾿̣κριβωσάμενος, εἰ μή τις αὐτ̣οῦ προκρίνοι τ̣ὸν Σοφ̣οκλ̣έα, διὰ τὴν ποικιλίαν θαυμάσιος καὶ πάντα μιμεῖσθαι δυνατός· καὶ ποτὲ μὲν εὑρήσεις τ̣ο`̣ν̣ ποιητὴν δ̣ι̣θυραμβίζοντα καὶ νέα ζηλοῦντα τε καὶ προκρίνοντα, ποτὲ δὲ καὶ τῶν ἄλλων χαρίτων καὶ σεμνο̣τήτων ἐξάρχοντα καὶ τοῖς χοριάμβοις κοσμ̣ούμενον καὶ παντοδαπὸν τῇ ποιήσει γινόμενον, καὶ ἠθικώτατον με`̣ν̣ ὄντα οἷς δεῖ ἦθος ἐνσεμνύνεσθαι καὶ αὖθις παθητικώτατον ἔνθα πάθη τῶν πεπονθότων ὑποκυμαίνει, ἐπεὶ καὶ τὸ τελεώτατον κεφάλαιον τῆς τραγικῆς ποιήσεως τὸ πάθος ε᾿̣στί, καὶ τοῖν δ̣υ̣οῖν εἰδοῖν τοῦ τε τραγικῶς καὶ τοῦ κωμικῶς λέγειν τοῦτό ἐστι τὸ διάφορον, ὁ´̣τι ἐκ̣ε̣ι῀̣ μ̣ὲν ὑπο´̣κ̣ειται τὸ πάθος, ἐνταῦθα δὲ γέλωτες τὰ πλείω καὶ χάριτες. ἐπεὶ δὲ καὶ πλείω̣ τ̣ὰ μέρη τῆς τρα̣γῳδίας, οὐ μόνον κατὰ τὴν σκηνήν, ἀλλὰ καὶ κατ' αὐτὴν τὴν ὅλην πραγματείαν τε καὶ συνθήκην, καὶ ἄλλο μέν ἐστι τὸ ἐπὶ σκηνῆς, <ἄλλο δὲ τὸ> χορικόν, ἕτερον δὲ τὸ ἑτεροσκήνιον, καὶ ἄλλα μὲν τὰ ἐπεισόδια, ἄλλα δὲ τὰ προεισόδια· καὶ τὰ μὲν ἄγγελοι φθέγγονται, τὰ δὲ Φρύγες βάρβαρον σύστημα, ἢ γυναῖκες αἰχμάλωτοι, ἢ χορὸς ἕτερος, οὐ πᾶσι δὲ πάντων <ταὐ>τὰ τῶν μέτρων κατάλληλα, ἀλλὰ δεῖ τὸν ποιητὴν καὶ γυναικεῖόν τι μέλος ἀνακαλέσασθαι καὶ βάρβαρον̣ ἦθος μιμήσασθαι, καὶ γλῶτταν Ἑλληνίδα ἐξακριβώσασθαι καὶ τἆλλα ὑποκ̣ρ̣ι´̣ν̣α̣σ̣θ̣αι τοῖς ὑποκειμένοις προσώποις προσήκοντα, διὰ ταῦτα καὶ τὰ ἔπη τ̣ο̣υ´̣τ̣ο̣ι̣ς̣ ε᾿̣φ' ἑκάστων διάφορα καὶ ἑτεροῖα τὰ μέτρα καὶ οἱ ῥυθμοὶ πρὸς ἀλλήλους ἀκατάλ̣λ̣η̣λο̣ι. Σοφ̣οκλεῖ μὲν οὖν κ̣αι`̣ δὴ