Historiae p.4 Ἐκ τῆς ἑῴας καὶ οὗτος ἀποστατεῖ κατ' αὐτοῦ καὶ ὑπερισχύσας τῆς βασιλείας ἐπιλαμβάνεται, τῆς ἐγκεχειρισμένης αὐτῷ, καθὼς εἴρηται, στρατηγίας τῶν Ἀνατολικῶν ἀμοιβὴν πονηρὰν τῷ ἐγχειρίσαντι ἀντιδούς, κιβδήλων τινῶν ἀνδρῶν καὶ τὴν τοῦ καλοῦ φύσιν ἀγνοησάντων παντάπασι καὶ μηδὲ πίστιν ὀρθὴν συντηρεῖν μαθόντων, οἷς ταύτην ἐπώφειλον, εἰς ταὐτὸ συνελθόντων γνώμης καὶ συμπνευσάντων καὶ τοῦ δήμου παντὸς ἀλογίστως οὕτω τῷ ἐκείνων θελήματι παρακολουθήσαντος. Ἀεὶ γὰρ ἐν ἀνθρώποις ἡ κακία μᾶλλον ἢ τὸ ἀγαθὸν πλεονεκτεῖν εἴωθε· φιλεῖ δὲ καὶ ἄλλως τὸ πλῆθος ταῖς τοιαύταις χαίρειν μεταβολαῖς. Οὕτω τοίνυν ὁ Βοτανειάτης εἰς τὸ τῆς βασιλείας ὕψος ἀνάγεται, ἀνὴρ συνετὸς μὲν τὰ πρῶτα καὶ ἱκανώτατος τῇ χειρί, γήρᾳ δὲ ἄλλως καὶ χρόνῳ κατειργασμένος καὶ τὸ περὶ τὴν δεξιότητα πάλαι καταλύσας φιλότιμον καὶ μικροῦ δεῖν πᾶσαν τὴν ἑαυτοῦ ἀφῃρημένος ἐνέργειαν καὶ πρὸς τὸ τῆς βασιλείας ὕψος μὴ ἐπαρκῶν. p.5 Τούτου τοίνυν τῶν τῆς βασιλείας σκήπτρων ἐπιλαβομένου καὶ προτετιμημένου τοῦ φυσικῶς ἐπὶ ταύτην δικαιουμένουὁ τοῦ ∆ούκα Μιχαὴλ οὗτος ἦν ἀδελφός, Κωνστάντιος ὁ πορφυρογέννητοςὁ δηλωθεὶς Κομνηνὸς Ἀλέξιος συνιδὼν τὸ τοῦ πράγματος ἄτοπον, ὡς οὔτε ὁ τῆς βασιλείας δίκαιος κληρονόμος ἐπ' αὐτῇ δεδικαίωται, οὔτε μνήμη τις γέγονε τοῦ δικαίου τῆς βασιλείας τοῦ προβεβασιλευκότος θείου αὐτοῦ τοῦ Ἰσαακίου Κομνηνοῦ, εἰς ὃν πάντων συνέδραμον τὰ θελήματα καὶ ὃν πάντες ἑκόντες εἰς τοὺς τῆς βασιλείας ἀνήγαγον ἄξονας καὶ τούτῳ κυριεύεσθαι εἵλοντο, ὥστε τινὰ τῶν ἐξ ἐκείνου τὴν τοῦ γένους ἑλκόντων σειρὰν δικαιότερον εἰς τοῦτο λογίσασθαι, ἤσχαλλεν, ἐδυσφόρει, παρεζήλου τὸ δίκαιον ὁρῶν ἀθετούμενον καὶ οὐκέτι φέρειν εἶχε τὸ συμπεσόν. Καὶ γὰρ καὶ τὸ οἰκεῖον θέλημα συνιστῶντες οἱ τηνικαῦτα παραδυναστεύειν λαχόντες τὴν μὲν ἀπώλειαν τῆς Ῥωμαϊκῆς βασιλείας ὡς οὐδὲν ἐλογίζοντο, τὸ δὲ πρὸς τὴν αὐτῶν μόνην θεραπείαν ἐπελέγοντο, ἀλλ' ἐκεῖνος τὴν καρδίαν νυττόμενος καὶ τὸ τῆς ψυχῆς δεικνὺς εὐγενὲς οὐκ ἠνείχετο τοῖς οὕτω διαπραττομένοις ἐφησυχάζειν καὶ τὸν ἐπὶ τῇ βασιλείᾳ δικαιούμενον καθορᾶν ἑτέρῳ μὴ δικαιουμένῳ ὑποταττόμενον. Ὅπως μὲν οὖν ὁ Κομνηνὸς τῷ ἀδελφῷ προσηνέχθη τοῦ ∆ούκα καὶ τοῦτον ὑπὸ τῇ οἰκείᾳ δυνάμει τε καὶ συνάρσει ἐγκαθιδρῦσαι τῷ τῆς βασιλείας θρόνῳ ἐσπούδαζε, θεὶς αὐτῷ τοῖς ποσὶ καὶ τὰ φοινικοβαφῆ πέδιλα καὶ ἀπάγων τοῦτον εἰς τὰ βασίλεια, καὶ ὅπως τούτων ἐν ταῖς λεωφόροις διερχομένων στόμα ἓν γεγονότες ὁ δῆμος μὴ θέλειν ὑπ' αὐτοῦ βασιλεύεσθαι τρανῶς ἐξεβόησαν καὶ ὅπως καὶ τὸ ῥηθὲν παιδίον πρὸς τὸν θροῦν ἰλιγγιᾶσαν καὶ τοῖς τοῦ δήμου λόγοις ἐκδειματωθὲν τὴν ψυχὴν ἀπείχετο τῆς τοιαύτης προθέσεως, κατεδυσώπει δὲ καὶ τὸν Κομνηνὸν αὐτῆς ἀποσχέσθαι καὶ μὴ ἐπὶ πλέον τοῦτον παραβιάζεσθαι, ταῦτα καὶ ἐν στόμασι πάντων κεῖται καὶ ὡμολόγηται παρὰ τοῖς εὖ φρονοῦσι καὶ ὅσοι μὴ τοῦ τῆς Λήθης πόματος ἐκπιόντες εὐμνήμονες τῶν γενομένων εἰσίν. p.6 Ὁ δὲ καὶ αὖθις ὁ Κομνηνὸς δευτέραν ὁδὸν δραμεῖν εἵλετο καὶ λαβόμενος τοῦ παιδὸς εἰς τὸν Βοτανειάτην ἄγων καὶ αὐτὸς παραγίνεται καὶ εἰς μνήμην τοῦτον ἄγει τοῦ φυσικοῦ δικαίου, ὃ δὴ τῷ παιδίῳ τούτῳ κεκλήρωται, καὶ οἰκονομικώτερον τῷ παρόντι χρήσασθαι αὐτῷ ὑποτίθεται καὶ τὸν ἀδελφὸν τοῦ ∆ούκα ὡς ἀδελφὸν κυρίου αὐτοῦ καὶ βασιλέως εὐνοϊκώτερον ἀγκαλίσασθαι καὶ βασιλείας μὲν ὄνομα περιθέσθαι τούτῳ, αὐτὸν δὲ τὸν Βοτανειάτην τὰ τῆς βασιλείας ἰθύνειν σκῆπτρα ἕως ἂν τοῖς ζῶσι συντάττοιτο, εἶτα τὸν τῆς βασιλείας κληρονόμον ἐπιτηδείως ἤδη ἔχοντα πρὸς τὴν ταύτης διακυβέρνησιν ἐγκαταστῆσαι αὐτῇ. Ἀλλὰ καὶ τούτου δὴ τοῦ ἐγχειρήματος ἐκπεσών, ἐκεῖνο τῆς τοιαύτης παρρησίας ἀπώνατο, τὸ ὕποπτος λογισθῆναι τῷ Βοτανειάτῃ καὶ τοῖς περὶ αὐτὸν καὶ ἄλλοις μέν, μάλιστα δὲ τοῖς δυοῖν ἐκείνου δούλοις Βορίλλιος οὗτος καὶ Γερμανόςἀργυρωνήτοις ἀνδράσι καὶ ἀγεννέσι καὶ